# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.34-37

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 4.34 to 4.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/4.34

Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων ἡ παροιμία ἐστί. Καλλίστρατος γὰρ ὁ ῥήτωρ ἐκπεσὼν Ἀθήνηθεν ἔπεισε τοὺς Ἀθηναίους τὴν ἀντίπεραν γῆν οἰκῆσαι, λέγων ὅτι καὶ χρυσᾶ μέταλλα ἔχει, καὶ γῆν ἄφθονον, καὶ ὅλην ἀρίστην, καὶ ὅλως Θάσον ἀγαθῶν τὸν τόπον ἐκάλει· ὅθεν ἡ παροιμία ἐκράτησεν. Θᾶττον ὁ τόκος Ἡρακλείτω Περιναίω τρέχει: Ἡράκλειτος δρομεὺς ἐγένετο θαυμασθεὶς ἐπὶ τάχει. Εἴρηται ἡ παροιμία ἐπὶ τῶν δανειζομένων, ὡς τοῦ τόκου θᾶττον τρέχοντος ἢ Ἡράκλειτος ὁ δρομεύς. Ἐξήλλακται μέντοι Δωρικῶς, Ἡρακλείτω Περιναίω, ἀντὶ τοῦ, Περιναίου. Θεὸς ἡ Ἀναίδεια: αὕτη τέτακται ἐπὶ τῶν δι’ ἀναισχυντίαν τινὰ ὠφελουμένων. Φησὶ Θεόφραστος ἐν τῷ περὶ Νόμων, Ὕβρεως καὶ Ἀναιδείας παρα τοῖς Ἀθηναίοις εἰναι βωμούς. Θρᾳκία παρεύρεσις: φασὶ τοὺς Θρᾶκας ἡττηθέντας ὑπὸ Βοιωτῶν [περὶ Κορώνειαν,] καὶ σπεισαμένους σπονδὰς πενθημέρους θέσθαι· νυκτὸς δὲ ἐπιγενομένους τοῖς Βοιωτοῖς, τοὺς μὲν ἀποκτεῖναι, τοὺς δὲ ζωγρῆσαι. Ἀγανακτούντων δὲ τῶν Βοιωτῶν, εἰπεῖν τοὺς Θρᾷκας, ὅτι τὰς ἡμέρας οὐ τὰς νύκτας ἐσπείσαντο.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
