Ancient Greek
4.4 to 4.5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.4-5
Not analysed yet
Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα: μέμνηται τῆς παροιμίας ταύτης Σοφοκλῆς ἐν Αἴαντι μαστιγοφόρῳ. Λέγει δὲ καὶ Εὐριπίδης ἐν τῇ Μηδείᾳ, Κακοῦ ἀνδρὸς δῶρον ὄνησιν οὐκ ἔχει. Ἐν οἴνῳ ἀλήθεια: παροιμία· παρόσον ὁ οἶνος τοὺς ἐμπιπλαμένους αὐτοῦ ὁποῖοι εἰσὶ παραδείκνυσι.