# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.46-51

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 4.46 to 4.51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/4.46

Κάθαμμα λύεις: παροιμία ἐπὶ τῶν δύςλυτόν τι λύειν ἐπιχειρούντων. Λόγιον γὰρ τοῖς Φρυξὶν ἐκπεπτώκει περὶ τῆς κομισάσης τὸν Μίδαν ἁμάξης, εἴ τις ἐπιλύσειε τὸν δεσμὸν, τοῦτον τῆς Ἀσίας ἄρξειν. ἈλέξανΚάμπιος δρόμος: δρος δὲ ἔλυσεν. δρόμοι τινὲς ἦσαν κάμπιοι, οὐκ εὐθεῖς καὶ ἁπλοῖ, ἀλλὰ καμπὰς ἔχοντες. Καρπάθιος τὸν λαγών: παροιμία, » Καρπάθιος τὸν λαγών. « Διὰ γὰρ τὸ μὴ εἶναι λαγὼς ἐν τῇ χώρᾳ, ἐπηγάγοντο αὐτοί· καὶ τοσοῦτοι ἐγένοντο, ὥστε τὸν σῖτον καὶ τὰς ἀμπέλους αὐτῶν ὑπ’ αὐτῶν βλαβῆναι. Ὁ γοῦν Ἀρχίλοχος ταύτην τὴν παροιμίαν ἔφη. Κερκυραία μάστιξ: περιττήν τινα κατασκευὴν εἶχον αἱ ’Κερκυραῖαι μάστιγες, διὸ καὶ εἰς παροιμίαν παρῆλθον. Οἱ δὲ καὶ διπλᾶς αὐτὰς ἔφασαν εἶναι, εἶχον δὲ καὶ ἐλεφαντίνας κώπας καὶ τῷ μεγέθει περιτταὶ ἦσαν. Ὑπερηφάνους γὰρ εὐπραγοῦντας τοὺς Κερκυραίους φησὶν Ἀριστοτέλης γενέσθαι. Κερκωπίζειν: ἡ παροιμία ἀπὸ τῶν προςσαινόντων τῇ κέρκῳ ζώων μετενήνεκται. Ἄμεινον δὲ ἀπὸ τῶν Κερκώπων, οὓς περὶ τὴν Λυδίαν ἱστοροῦσιν ἀπατηλοὺς σφόδρα καὶ ἀηδεῖς γενέσθαι· παρ’ ὃ καὶ ἀπολιθωθῆναι αὐτούς· καὶ Ἡρακλεῖ δὲ ἐνοχλήσαντας, ὅτε παρ’ Ὀμφάλῃ ἦν, κολασθῆναι [καὶ εἰς πιθήκους δὲ αὐτοὺς μεταβάλλειν ὁ Ξεναγόρας φησίν.] Κέσκον οἰκεῖς: πόλις Παμφυλίας ἀνοήτων. Ὅθεν καὶ παροιμία γέγονε, Κέσκον οὐκ ἔχουσα, ἐπὶ τῶν νοῦν μὴ ἐχόντων.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
