Ancient Greek
Centuria 4
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.52
Not analysed yet
Κεστρεὺς νηστεύει: παροιμία ἐπὶ τῶν πάνυ λαιμάργων. Τοιοῦτον γάρ ἐστιν ἄπληστον ὁ κεστρεὺς, ὡς ἐκ τούτου τοὺς κεχηνότας καὶ πίνοντας κεστρεῖς ἔλεγον, ὡς λαιμάργους. Ἄλλοι δὲ φασὶ τὴν παροιμίαν ἐπὶ τῶν δικαιοπραγούντων μὲν, οὐδὲν δὲ πλέον ἐκ τῆς δικαιοσύνης ἀποφερομένων. Ὁ γὰρ κεστρεὺς τῶν ἄλλων ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται τῆς σαρκοφαγίας· νέμεται δὲ τὴν ἰλὺν ταλαιπωρῶν, ὡς φησὶν Ἀριστοτέλης περὶ ζώων.