# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.52

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/4.52

Κεστρεὺς νηστεύει: παροιμία ἐπὶ τῶν πάνυ λαιμάργων. Τοιοῦτον γάρ ἐστιν ἄπληστον ὁ κεστρεὺς, ὡς ἐκ τούτου τοὺς κεχηνότας καὶ πίνοντας κεστρεῖς ἔλεγον, ὡς λαιμάργους. Ἄλλοι δὲ φασὶ τὴν παροιμίαν ἐπὶ τῶν δικαιοπραγούντων μὲν, οὐδὲν δὲ πλέον ἐκ τῆς δικαιοσύνης ἀποφερομένων. Ὁ γὰρ κεστρεὺς τῶν ἄλλων ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται τῆς σαρκοφαγίας· νέμεται δὲ τὴν ἰλὺν ταλαιπωρῶν, ὡς φησὶν Ἀριστοτέλης περὶ ζώων.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
