# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.53-61

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 4.53 to 4.61. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/4.53

Κιλίκιος ὄλεθρος: ὁ πονηρός· πονηροὶ γὰρ οἱ Κίλικες· ἢ ὅτι λῃστείαις χρώμενοι ἐπ’ ὠμότητι διεβέβληντο. Καὶ οἱ Ἀττικοὶ. δὲ τὰς πικρὰς τιμωρίας Κιλικίους καλοῦσιν. Καλλικυρίων πλείους: οὕτως ἐν Συρακούσαις ἐκλήθησαν οἱ ἐπειςελθόντες γεωμόροις Καλλικύριοι. Ἔνθεν παροιμιωδῶς ἔλεγον, εἴ ποτε πλῆθος ἤθελον ἐμφῆναι, ὅτι πλείους ἦσαν τῶν Καλλικυρίων. Δοῦλοι δὲ ἦσαν οὗτοι, καὶ τοὺς κυρίους ἐξέβαλον. Ἡ δὲ αἰτία τῆς κλήσεως αὐτῶν, διὰ τὸ παντοδαποὺς εἰς ταὐτὸ συνελθεῖν, ὥστε τοῖς κυρίοις ἐγκεῖσθαι, Κίνδυνος ἡ ἐν πρώρᾳ σελίς: παροιμιακόν. Οἱ γὰρ πολέμιοι τὴν πρώραν εὐθέως ἐφάλλοντες κατέχουσι. Σελὶς δὲ ἡ καθέδρα. Κόραξ ὑδρεύει: παροιμία ἐπὶ τῶν δυςχερῶς τινὸς τυγχανόντων. Καὶ κόρκορος ἐν λαχάνοις: κόρκορον Πελοποννήσιοι φασὶν εἶναι λάχανόν τι τῶν εὐτελῶν ἄγριον· διὸ καὶ ἡ παροιμία. Κοροίβου ἠλιθιώτερος: εὐήθης καὶ μωρός. Ἐπὶ γὰρ τοῦ μωραίνοντος ἔταττον τὸν Κόροιβον ἀπό τινος Κοροίβου μωροῦ, ὃν οἴονται τὸν Μύγδονος εἶναι παῖδα τοῦ Φρυγὸς, κατὰ τὰ Τρωϊκὰ γενόμενον. Τινὲς δὲ τοῦτον ἀναίσθητον φασὶ γεγονέναι, ὡς καὶ τὰ κύματα τῆς θαλάσσης ἀριθμεῖν. Κορυδέως εἰδεχθέστερος: οὗτος ὁ Κορυδεὺς ἐπὶ δυςμορφίᾳ ἐκωμῳδεῖτα, καὶ οἱ παῖδες αὐτοῦ, ὧν ἕνα τὸν Ἀρχέστρατον φασίν. Κορὼνη τὸν σκορπίον: παροιμία ἐπὶ τῶν δυςχερέσι καὶ βλαβεροῖς ἐπιχειρούντων· ἐλλειπτικὴ δέ ἐστι· λείπει γὰρ τὸ, ἥρπασε. Καὶ γὰρ ἁρπασθεὶς ὁ σκορπίος οὐκ ἔλαττον ἔδρασεν, ἐμβαλὼν τῷ κέντρῳ τὸν ἰὸν, ἥπερ ἔπαθε. Κουρήτων στόμα: ἐδόκουν γὰρ εἶναι οὗτοι μάντεις· οἷον, Θεσπίῳδὸν στόμα.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
