# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.6

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/4.6

Ἐν παντὶ μύθῳ καὶ τὸ Δαιδάλου μύσος: Μίνως θυσίας τῷ Ποσειδῶνι ἐπιτελῶν ηὔξατο αὐθημερὸν ἀναδοθῆναί τι αὐτῷ ἐκ τῆς θαλάσσης, καὶ τοῦτο καταθῦσαι πάλιν ὑπέσχετο, ὃ ἂν καὶ εἴη. Τοῦ δὲ Ποσειδῶνος ταῦρον ἀναδόντος περικαλλῆ ἔπεμψε Μίνως εἰς τὰ βουφόρβια. Ὀργισθεὶς οὖν Ποσειδῶν ἐνέβαλεν ἔρωτα τοῦ ταύρου Πασιφάῃ, τῇ τοῦ Μίνωος γυναικί. Ἡ δὲ πείθει Δαίδαλον, ξυλίνην βοῦν κατασκευάσαντα εἰς αὐτὴν ἐνθεῖναι, ἣν ἐπιβαίνων ὁ ταῦρος ὡς βοῦν, ἔγκυον ἐποίησεν· ἐξ ἧς ἐγεννήθη ὁ Μινώταυρος. Μίνωος δὲ ὀργιζομένου Ἀθηναίοις διὰ τὸν τοῦ Ἀνδρόγεω φόνον, ὃς ὑπὸ τῶν ἐν Ἀθήνησι νέων διὰ φθόνον ἀνῃρέθη ἐν τοῖς Παναθηναίοις νικήσας πένταθλον, ἑπτὰ παρθένοι καὶ ἶσοι νέοι ἀκμαῖοι ἐξ Ἀθηνῶν ἐδασμολογοῦντο κατ’ ἐγκέλευσιν αὐτοῦ, καὶ παρεβάλλοντο τῷ θηρίῳ. Ὡς οὖν τὸν Δαίδαλον ἀρχηγὸν τούτων τῶν κακῶν γενόμενον, διά τε τὸ κατεσκευακέναι τὴν ξυλίνην βοῦν, καὶ διὰ τὸ αἴτιον τῆς τοῦ θηρίου γενέσεως γεγονέναι, ἐμυσάχθησαν.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
