Ancient Greek
Centuria 4
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.62
Not analysed yet
Κρητίζειν: ἐπὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν ἔτατλον τὴν λέξιν, καὶ φασὶν ἀπὸ τοῦ Ἰδομενέως τοῦ Κρητὸς τὴν παροιμίαν διαδοθῆναι. Λέγεται γὰρ διαφορᾶς ποτὲ γενομένης τοῖς ἐν Τροίᾳ Ἕλλησιν περὶ τοῦ μείζονος, καὶ πάντων προθυμουμένων τὸν συναχθέντα χαλκὸν ἐκ τῶν λαφύρων πρὸς ἑαυτοὺς ἀποφέρεσθαι, γενόμενον κριτὴν τὸν Ἰδομενέα, καὶ λαβόντα παρ’ αὐτῶν τὰς ἐνδεχομένας πίστεις ἐφ’ ᾧ κατακολουθῆσαι τοῖς κριθησομένοις, ἀντὶ πάντων τῶν ἀριστέων ἑαυτὸν προτάξαι. Διὸ λέγεσθαι τὸ Κρητίζειν.