# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.63-71

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 4.63 to 4.71. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/4.63

Κριὸς τροφεῖ’ ἀπέτισεν: ἡ παροιμία ἐπὶ τῶν ἀχαρίστων, ἐπεὶ τὰς φάτνας πλήττουσιν οἱ κριοί. Λέγεται γὰρ ὡς εἴρηται ἐπὶ τῶν ἀχαρίστων τοῖς εὖ προςδιατεθεῖσι, Κριὸς τὰ τροφεῖα. Καὶ γὰρ τοὺς κριοὺς ἐκτραφέντας τύπτειν τοὺς θρέψαντας καὶ ἔτι τρέφοντας. Μέμνηται αὐτῆς Μένανδρος. Κίσσαμις Κῷος: οὗτος ἦν πολυθρέμματος· τούτῳ φασὶν ἔγχελυν ἐπιφαινομένην κατ’ ἔτος τὸ κάλλιστον τῶν προβάτων ἁρπάζειν, καὶ τὸν Κίσσαμιν ἀνελεῖν αὐτήν· φαινομένην δὲ αὐτῷ κατ’ ὄναρ, κελεῦσαι καταθάψαι αὐτήν· τὸν δὲ μὴ φροντίσαντα, παγγενεὶ ἀπολέσθαι. Κανθάρου σοφώτερος: ἡ παροιμία εἴρηται ἐπὶ τῶν πονηρῶν καὶ κακούργων· ἐπειδή τις Ἀθήνησι κάπηλος Κάνθαρος καλούμενος, ἐπὶ πονηρίᾳ καὶ προδοσίᾳ θανάτου ἐζημιώθη· [οἱ δὲ κάπηλον ὄντα φασὶν ἀπερισκέπτως ἐπιθέσθαι τυραννίδι καὶ ἀπολέσθαι. Οἱ δὲ παρὰ τὸ ζῶον, παρόσον κάνθαρος ἐγκυλίων ἑαυτὸν τῇ κόπρῳ καὶ ἐπὶ τὴν καλιὰν ἀνερχόμενος τοῦ ἀετοῦ ἐκκυλίει αὐτοῦ τὰ ὠά.] Κωφότερος κίχλης: ταύτης Εὔβουλος ἐν Διονυσίῳ μέμνηται. Φασὶ γὰρ κωφεύειν τὸ ζῶον. Κέρδος αἰσχύνης ἄμεινον· ἕλκε μοιχὸν εἰς μυχόν; ταύτης μέμνηται Καλλίας ἐν Ἀταλάντῃ. Κωφότερος τοῦ Τορωναίου λιμένος: λιμήν ἐστι περὶ Τορώνην τῆς Θρᾴκης· στενὰς δὲ ἔχει καὶ μακρὰς τὰς ἀπὸ τοῦ πελάγους κατάρσεις, ὡς μὴ ἀκούεσθαι τοῖς ἐν αὐτῷ τὸν τῆς θαλάττης ἦχον. Κρωβύλου ζεῦγος: παροιμία ἐπὶ τοῖς ὑπερβαλλούσῃ πονηρίᾳ κεχρημένοις ταττομένη. Μετενήνεκται δὲ ἀπὸ πορνοβοσκοῦ τινὸς Κρωβύλου, ἑταίρας κτησαμένου δύο, ὡς μὴ μόνον ἐπὶ ταύταις πολλοὺς τῶν νέων λυμαίνεσθαι, ἀλλὰ καὶ ἐξ ὧν ἔκλεπτεν [ἐλυμαίνετο]. Τοὺς οὖν ἴσους τῇ ἐκείνου πονηρίᾳ ὡς δύνασθαι συζευχθῆναι αὐτῷ Κρωβύλου ζεῦγος ἔλεγον. Ἢ διὰ τὸ εἶναι δύο τὰς ἑταίρας. Κύδος: λοιδορία, κακολογία. Καὶ Κυδάζειν τὸ λοιδορεῖν καὶ κακολογεῖν. Ἡ δὲ πρώτη συλλαβὴ βραχέως ἐκφέρεται. Καὶ ὅταν λοιδορίαν ἐκτίσῃ τὶς ἐπὶ μηδενὶ ἀξίῳ συκοφαντουμένοις, παροιμιωδῶς λέγεται Κύδους ἐκτετικέναι. Κυζικηνοὶ στατῆρες: διεβεβόηντο οὗτοι ὡς εὖ κεχαραγμένοι. Πρόςωπον δὲ ἦν γυναικεῖον ὁ τύπος Μητρὸς θεῶν· ἐπὶ δὲ θατέρου, προτομὴ λέοντος.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
