Ancient Greek
4.7 to 4.17
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.7-17
Not analysed yet
Ἐκ παντὸς ξύλου κύφων γένοιτ’ ἄν: αὕτη τάττεται ἐπὶ τῶν κατὰ μὲν τὸ εἶδος εὐκαταφρονήτων, εἰς δὲ χρείας ἀναγκαίας πιπτὀντων. Μέμνηται δὲ αὐτῆς Ἐπίψαρμος ἐν Τρωσίν. Εὑδόντων ἁλιευτικῶν κύρτος: εἴρηται ἡ παροιμία ἐπὶ τῶν ἄνευ πόνου κατεργαζομένων, ἐφ’ ἃ ἂν ὁρμήσωσιν. Ἐπειδὴ κοιμωμένων τῶν ἁλιέων ὁ ἰχθὺς τῷ κύρτῳ εἰς δύεται. Ζωπύρου τάλαντα: Ζώπυρος ὁ Πέρσης βασιλεῖ χαριζόμενος, μαστιγώσας ἑαυτὸν καὶ τὴν ῥῖνα καὶ τὰ ὦτα ἀφελόμενος, εἰςελθὼν εἰς Βαβυλῶνα καὶ πιστευθεὶς διὰ τὰ περὶ τὸ σῶμα, προὔδωκε τὴν πόλιν. Ἐκ μεταφορᾶς οὖν εἶπε, Τάλαντὰ καὶ ζυγὰ, οἱονεὶ ἔργα καὶ πράξεις. Ζαλεύκου νόμος: ἐπὶ τῶν ἀποτόμων. Ζάλευκος γὰρ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις ὠμότερον ἐνομοθέτησεν. Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας: ὅτι οὐκ ἀπρονόητα κἂν βραδέως ἡ δίκη τοὺς πονηροὺς μέτεισι. Φασὶ γὰρ τὸν Δία εἰς διφθέρας τινὰς ἀπογράφεσθαι τὰ πραττόμενα τοῖς ἀνθρώποις. Ζεῖ χύτρα, ζεῖ φιλία: ἐπὶ τῶν διὰ τοῦ δείπνου συνιόντων εἰς φιλίαν. Ζητῶν γὰρ ὄψον θοἰμάτιον ἀπώλεσα: ἐπὶ τῶν ἀτυχεστάτων. Ζωὴ πίθου: ἐπὶ τῶν ἐπιεικῶς καὶ μετρίως ζώντων· ἀπὸ Διογένους τοῦ φιλοσόφου, ᾧ πίθος ἦν ἡ ἡδίστη καταγωγὴ καὶ διατριβή. Ζωὸς γενήσῃ κρομμύου μόνον λαβών: πρὸς τοὺς ἀπὸ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένους. Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνάμεθα: ἐπὶ τῶν μὴ κατὰ προαίρεσιν ζώντων. Κέχρηται αὐτῇ Πλάτων ἐν Ἱππίᾳ. Ἤτοι τέθνηκεν, ἢ διδάσκει γράμματα: τῶν μετὰ Νικίου στρατευσαμένων εἰς Σικελίαν οἱ μὲν ἀπώλοντο, οἱ δὲ ἐλήφθησαν αἰχμάλωτοι, καὶ τοὺς τῶν Σικελιωτῶν παῖδας ἐδίδασκον γράμματα. Οἱ οὖν διαφεύγοντες εἰς Ἀθήνας, καὶ ἐρωτώμενοι περὶ τῶν ἐν Σικελίᾳ, ἔλεγον, Ἢ τέθνηκεν, ᾒ διδάσκει γράμματα. Καὶ οὕτως ὁ λόγος παροιμιώδης ἐγένετο. Εἴρηται δὲ ἐπὶ τῶν ἀμφιβόλως λαλούντων.