# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.82

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/4.82

Κακοῦ κόρακος κακὸν ὠόν: τὴν παροιμίαν ταύτην οἱ μὲν ἀπὸ τοῦ πτηνοῦ ζώου φασὶν εἰρῆσθαι, ὅτι οὔτε αὐτὸς βρωτός ἐστιν, οὔτε τὸ ὠὸν ὃ ἔχει. Οἱ δὲ, ἀπὸ Κόρακος τοῦ Συρακουσίου ῥήτορος, πρώτου διδάξαντος τέχνην ῥητορικήν. Ὑπὸ γὰρ τούτου, ὡς φασί, μαθητὴς Τισίας ὀνόματι μισθὸν ἀπαιτούμενος καὶ εἰςαγόμενος εἰς τὸ δικαστήριον, εἶπε πρὸς τὸν Κόρακα· Εἰ μέν με νικήσεις, ὦ Κόραξ, οὐδὲν μεμάθηκα, καὶ οὐ λήψῃ τί· εἰ δ’ ἡττηθήσῃ, οὐ κομιῇ τὸν μισθὸν ὡσαύτως. Θαυμάσαντες οὖν οἱ δικασταὶ τὸ σόφισμα τοῦ νεανίσκου ἐπεφώνησαν, Κακοῦ κόρακος κακὸν ὠόν. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν πονηρῶν πονηρὰ ποιούντων.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
