Ancient Greek
4.93 to 4.100
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.93-100
Not analysed yet
Λιμοῦ πεδίον: αὕτη τάττεται ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων πόλεων· τόπος γάρ ἐστιν οὕτω καλούμενος. Καὶ λέγουσιν ὅτι λιμοῦ ποτὲ κατασχόντος, ἔχρησεν ὁ θεὸς ἱκετηρίαν θέσθαι καὶ τὸν Λιμὸν ἐξιλεώσασθαι. Οἱ δὲ Ἀθηναῖοι ἀνῆκαν αὐτῷ τὸ ὄπισθεμ τοῦ πρυταΛιμῷ νείου πεδίον. Μηλίῳ: παροιμία· ἐπεὶ Ἀθηναῖοι ἐκάκωσαν Μηλίους πολιορκοῦντες ἐν λιμῷ, ὡς Θουκυδίδης ἐν τῇ ε. Λίνδιοι τὴν θυσίαν: παροιμία ἐπὶ τῶν δυςφήμως ἱερουργούντων. Ἀπὸ Ἡρακλέους ἐν Λίνδῳ βοῦν ἀποσπάσαντος γεωργοῦ καὶ θοινησαμένου, τοῦ δὲ γεωργοῦ λοιδορουμένου αὐτόν. Ὅθεν καὶ Λίνδιοι κατὰ χρησμὸν οὕτω θύουσιν Ἡρακλεῖ λοιδορούμενοι. Λίνον λίνῳ συνάπτεις: παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πρασσόντων. Λοκρῶν σύνθημα: παροιμία· τάττεται δὲ ἐπὶ τῶν παρακρουομένων. Λοκροὶ γὰρ τὰς συνθήκας τὰς πρὸς τοὺς Πελοποννησίους προδόντες μετὰ τῶν Ἡρακλειδῶν ἐγένοντο. Ἀναβιβάζει δὲ τοὺς χρόνους. Οἱ δὲ, ὅτι τοὺς Σικελοὺς ἠπάτησαν παραλογισάμενοι. Λυδὸς τὴν θύραν ἔκλεισεν: παροιμία ἐπὶ τῶν μωροκλεπτῶν. Λυκεῖον ποτόν: ἤτοι ἀπὸ κρήνης τῆς ***ἀπὸ Ἀπόλλωνος ἐτίθει, καὶ τόπου. Προπερισπωμένως δέ. Ἦσαν δὲ αἱ ἀναδοθεῖσαι κρῆναι, ἡ μὲν οἴνου, ἡ δὲ μέλιτος, ἐν αἷς συνέβαινε τὰ πτηνὰ προςίζειν καὶ τοξεύεσθαι. Λύκος περὶ φρέαρ χορεύει: παροιμία ἐπὶ τῶν ἀσχολουμένων περί τι μάτην. Καὶ γὰρ ὁ λύκος ἄπρακτος περίεισιν, ὅταν διψήσῃ, μὴ δυνάμενος δὲ πιεῖν, τὸ φρέαρ περιέρχεται. Ἀλλὰ καὶ διώκοντος αὐτοῦ τὶ, ἐὰν τὸ διωκόμενον ἐμπέσῃ εἰς φρέαρ, περίεισι καὶ τηνικαῦτα τὸ φρέαρ μηδὲν ἀνύων.