# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.1-7

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 5.1 to 5.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.1

Λυδὸς καπηλεύει: φασὶ Κύρον περιγενόμενον τῶν Λυδῶν προςτάξαι αὐτοῖς καπηλεύειν, καὶ μὴ κεκτῆσθαι ὅπλον, ἀλλὰ ποδήρεις ἀμφιέννυσθαι χιτῶνας· καὶ οὕτως εἰς θῆλυ μᾶλλον μεταῤῥυθμισθέντας τοὺς Λυδοὺς ἀγοραίους γενέσθαι καπήλους. Λύκου δεκάς: παροιμιῶδες. Ἐπειδὴ Λύκος ὁ ἥρως πρὸς τοῖς ἐν Ἀθήναις δικαστηρίοις ἵδρυτο, τοῦ θηρίου τὴν μορφὴν ἔχων, ἔνθα οἱ δωροδοκοῦντες καὶ συκοφάνται κατὰ δέκα γενόμενοι συνεστρέφοντο. Ἀφώριστο δὲ αὐτῷ τριώβολον τῆς ἡμέρας. Λυδῶν καρύκας: παροιμία· Μήτε μοι Λυδῶν καρύκας, μήτε μαστίγων ψόφους. Ἔστι δὲ ἡ καρύκη βρῶμα Λύδιον ἐκ πολλῶν ἡδυσμάτων συνεστὸς καὶ αἵματος· ὡς Φερεκράτης· Ἀβυρτάκην τρίψαντα καὶ Λυδίαν καρύκην. Λοκροὶ τὰς συνθήκας: παρὰ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις, ὥς φασιν, ἐγένετο Ζάλευκος νομοθέτης· ὃς νόμον ἔθηκε, συγγραφὴν ἐπὶ τῶν δανεισμάτων. μῆ γίνεσθαι. Ὅθεν πολλῶν ἀρνουμένων τὰ συναλλάγματα, ἐπὶ τῶν ψευδομένων ἡ παροιμία ἐκράτησεν. Λοκρικὸς βοῦς: ἐπὶ τῶν εὐτελῶν ἡ παροιμία τέτακται. Οἱ Λοκροὶ γὰρ ἀποροῦντές ποτε βοὸς πρὸς δημοτελῆ θυσίαν, σικύοις ὑποθέντες ξύλα μικρὰ καὶ σχηματίσαντες βοῦν, οὕτω τὸ θεῖον ἐθεράπευσαν. Λόγοισιν Ἑρμόδωρος ἐμπορεύεται: ὁ Ἑρμόδωρος ἀκροατὴς γέγονε Πλάτωνος, καὶ τοὺς ὑπ’ αὐτοῦ συντεθειμένους λογισμοὺς κομίζων εἰς Σικελίαν, ἐπώλει. Εἴρηται οὖν διὰ τοῦτο ἡ παροιμία. Μασχάλην αἴρειν: ἀντὶ τοῦ κωθωνίζεσθαι καὶ πίνειν. Κρατῖνος· Ὡς ἄνω τὴν μασχάλην αἴρειν ** καταμωκωμένους ταῖς χερσίν. Οἷόν ἐστι τὸ παρ’ Ὁμήρῳ, Χεῖρας ἀνασχόμενοι.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
