# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.10

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.10

Μὴ σύ γε μελαμπύγου τύχοις: μή τινος ἀνδρείου καὶ ἰσχυροῦ τύχοις. Παροιμία δέ ἐστιν ἐντεῦθεν· Θείας τῆς Ὠκεανοῦ θυγατρὸς ἐγένοντο παῖδες δύο· οὗτοι τοὺς παριόντας βιαζόμενοι ἠδίκουν. Ἡ δὲ μήτηρ αὐτοῖς παρῄνει μηδὲν ἄδικον ποιεῖν, ἵνα μή τινος μελαμπύγου τυχόντες δίκην δώσουσιν. Ἐφέσταται οὖν αὐτοῖς Ἡρακλῆς, καὶ τοὺς πόδας αὐτῶν συνδήσας πρὸς ἀλλήλους καὶ τῆς λεοντῆς ἐξαρτήσας κάτω † ἄρας ἐπέθηκε τοῖς ὤμοις αὐτοῦ· οἱ δὲ δασύτητα περὶ τῆν’ πυγὴν τοῦ Ἡρακλέους ὁρῶντες ἐγέλων, ἀναμνησθέντες τῆς μητρός. Πυθόμενος δὲ Ἡρακλῆς τὴν αἰτίαν τοῦ γέλωτος ἥσθη καὶ ἀπέλυσεν αὐτούς.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
