# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.19-22

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 5.19 to 5.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.19

Μέτρῳ ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες: οὗτος ὁ στίχος εἰς παροιμίαν περιέστη ἔκ τινος χρησμοῦ, ὃν ἀνεῖλεν ὁ θεὸς Συθαρίταις· ὑβρισταὶ γὰρ ὄντες καὶ ἀμετροπόται ἀπώλοντο ὑπὸ Κροτωνιατῶν. Τοῖς οὖν διαφυγοῦσιν αὐτῶν οὕτως ἐχρήσθη. Μέγα φρονεῖ μᾶλλον, ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ: μέμνηται ταύτης Ἀνακρέων, καὶ Πίνδαρος ἐν Νεμεονίκαις. Φασὶ δὲ αὐτὴν ὑπὸ Ἡφαίστου γενομένην δῶρον Πηλεῖ σωφροσύνης ἕνεκα παρὰ θεῶν δοθῆναι, ᾗ χρώμενος πάντα κατώρθου καὶ ἐν ταῖς μάχαις καὶ ἐν ταῖς θήραις. Μυκώνιος γείτων: αὕτη τέτακται ἐπὶ τῶν διαβεβλημένων ἐπὲ γλισχρότητι καὶ μικροπρεπείᾳ, παρὰ τὴν σμικρότητα τῆς Μύκωνος νῆσου καὶ εὐτέλειαν. Μῆλον Ἡρακλῆς: Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν, ὅτι θύεται Ἀθήνησιν Ἡρακλεῖ ἀλεξικάκῳ ἰδίαζουσά τις θυσία. Τοῦ γὰρ βοός ποτε ἐκφυγόντος, ὃν ἔμελλον τῷ Ἡρακλεῖ προςάξαι, μῆλον λαβόντας καὶ κλάδους ὑποθέντας τέσσαρας μὲν ἀντὶ σκελῶν, δύο δὲ ἀντὶ κεράτων, σχηματίσαι τὸν βοῦν καὶ οὕτω τὴν θυσίαν ποιήσασθαι.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
