# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.26-32

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 5.26 to 5.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.26

Ξένος ἔλθοι ὅστις ὀνήσει: ταύτην φησὶ Θεόπομπος ὑπὸ Φιλίππου πρῶτον λεχθῆναι, Θετταλῶν γὰρ καταστρεψάμενος πόλιν καὶ τοὺς αὐτόθι ξένους πωλήσας, χλευάζων εἶπεν, Ἔλθοι ξένος ὅστις ὀνήσει. Ξαίνεις εἰς πῦρ: λέγεται ἡ παροιμία αὕτη ἐπὶ τῶν μάτην κακοπαθούντων. Οὐκ ἐπαινεθείης οὐδ’ ἐν περιδείπνῳ: ἐπὶ τῶν σφόδρα πονηρῶν ἡ παροιμία λέγεται, καὶ μηδὲ τοῦ τυχόντος ἐπαίνου ἀξίων. Εἰώθεσαν γὰρ οἱ παλαιοὶ ἐν τοῖς περιδείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν. Οἰνόη τὴν χαράδραν: ἡ παροιμία αὕτη λέγεται ἐπὶ τῶν ἑαυτοῖς κακόν τι ἐφελκομένων. Οἰνόη γὰρ δῆμός ἐστι τῆς Ἀττικῆς· οἱ δὲ οἰκοῦντες αὐτόθι χαράδραν ὑπὲρ αὐτῶν φερομένην παρέτρεψαν εἰς τὴν ἑαυτῶν χώραν. Πολλὴ δὲ γενομένη ἡ χαράδρα ἐλυμήνατο αὐτῶν τὰ γεώργια, καὶ τὰς οἰκίας κατέβαλεν. Ὁ Κρὴς τὴν θάλατταν: ἐπὶ τῶν ἐν οἷς διαφέρουσι ταῦτα φεύγειν προςποιουμένων ἡ παροιμία ἐστίν· ἐπειδὴ ναυτικώτατοι οἱ Κρῆτες ἐγένοντο. Μέμνηται ταύτης Ἀλκαῖος. Οὐ φροντὶς Ἱπποκλείδῃ: Ἐπποκλείδης μετὰ καὶ ἄλλων πολλῶν ἐμνηστεύσατο τὴν Κλεισθένους τοῦ Σικυωνίου θυγατέρα. Τοῦ δὲ Κλεισθένους ἐν ἐνιαυτῷ ὅλῳ δοκιμάζοντος τοὺς μνηστῆρας, ὁ Ἱπποκλείδης ἐν συμποσίῳ ἐπὶ κεφαλὴν κυβιστήσας, ἄνω περιῆγε τοὺς πόδας. Τοῦ δὲ Κλεισθένους εἰπόντος, Ἐξωρχήσω τὸν γάμον· ὁ Ἱπποκλείδης ἔφη, Οὐ φροντὶς Ἱπποκλείδῃ. Οὐ νυκτιπλοεῖς: ἐπὶ τῶν μὴ ἀκριβῶς τι ποιούντων. Ἡ γὰρ νὺξ ἀκριβεστέρα τῆς ἡμέρας τοῖς πελαγοδρομοῦσι, διὰ τὰς τῶν ἄστρων σημειώσεις. Ὁ δὲ Χρύσιππος ἀφελὼν τὴν οὐ ἀπόφασιν, Νυκτιπλοεῖς εἶπεν.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
