# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.33

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.33

Οὐκ ἄνευ γε Θησέως: Θησεὺς πολλοῖς ἀριστεῦσι συνηγωνίσατο. Τῷ γὰρ Μελεάγρῳ συνήργησε πρὸς τὴν τοῦ Καλυδωνίου κάπρου θήραν, τῷ Πειρίθῳ συνεμάχησε κατὰ τῶν Κενταύρων καὶ Ἡρακλεῖ πρὸς τὰς Ἀμαζόνας. Ὅταν οὖν θαυμαστόν τι πραχθῇ οὐχ ὑπὸ μόνου τινὸς, εἰώθαμεν λέγειν αὐτῷ, Οὐχ ἄνευ γε Θησέως. Ἡ δὲ περὶ τοῦ Μελεάγρου ἱστορία καὶ τοῦ Καλυδωνίου συὸς οὕτως ἔχει· Μελεάγρου γεννηθέντος φασὶ τὰς Μοίρας παραγενομένας εἰπεῖν, Τότε τελευτήσει Μελέαγρος, ὅταν ὁ καιόμενος ἐπὶ τῆς ἐσχάρας δαλὸς κατακαῇ. Τοῖτο ἀνούσασα ἡ μήτηρ αὐτοῦ Ἀλθαία, τὸν δαλὸν ἀνείλετο, καὶ κατέθετο εἰς λάρνακα. Μελέαγρος δὲ ἀνὴρ γενναῖος γενόμενος τόνδε τὸν τρόπον ἐτελεύτησεν. Οἰνεὺς ὁ τούτου πατὴρ τὰς ἀπαρχὰς τῶν ἐτησίων καρπῶν τοῖς θεοῖς θύων, τῆς Ἀρτέμιδος ἐπελάθετο. Ἡ δὲ ὀργισθεῖσα κάπρον ἐφῆκεν ἄγριον, μεγέθει τε καὶ ῥώμῃ ἔξοχον, ὃς τὴν γῆν τῶν Καλυδωνίων διέφθειρε καὶ τοὺς καρποὺς ἐλυμαίνετο. Ἐπὶ τοῦτον τὸν κάπρον τοὺς ἀρίστους ἐκ τῆς Ἑλλάδος πάντας συνεκάλεσεν· καὶ τῷ κτείνοντι τὸν θῆρα τὴν δορὰν δώσειν ἀριστεῖον ἐπηγγείλατο. Πολλῶν οὖν συνελθόντων, καὶ ὁ Μελέαγρος ἐπὶ τὴν θήραν ἐξῆλθε, σύμμαχον προςκαλεσάμενος τὸν Θησέα. Συνελθούσης δὲ μετὰ τῶν ἀριστέων καὶ Ἀταλάντης τῆς θυγατρὸς τοῦ Σχοινέως, κοινῇ τὸν κάπρον περιέστησαν ἅπαντες. Πρώτη μὲν οὖν Ἀναλάντη τὸν κάπρον εἰς τὰ νῶτα ἐτόξευσε· Μελέαγρος δὲ κατὰ τοῦ κενεῶνος πλήξας ἀπέκτεινε, καὶ λαβὼν τὸ δέρας Ἀταλάντῃ χαριζόμενος ἔδωκε. Παρόντων δὲ ἐκεῖσε καὶ τῶν Θεστίου παίδων, τῶν ἀδελφῶν τῆς Ἀλθαίας, καὶ ἀδοξούντων εἰ τὰ ἀριστεῖα γυνὴ λήψεται’, τὸ δέρας ἐξ Ἀταλάντης ἀφείλοντο, λέγοντες κατὰ γένος αὐτῆς διαφέρειν, εἰ Μελέαγρος λαμβάνειν μὴ προαιροῖτο. Ὀργισθεὶς δὲ Μελέαγρος τοὺς μὲν Θεστίου παῖδας ἀπέκτεινε, τὸ δὲ δέρας Ἀταλάντῃ ἔδωκεν. Ἀλθαία δὲ λυπηθεῖσα ἐπὶ τῇ τῶν ἀδελφῶν ἀπωλείᾳ τὸν δαλὸν ἀνῆψεν, καὶ ὁ Μελέαγρος ἐξαίφνης ἀπέθανε. Συνεμάχησε δὲ τῷ Πειρίθῳ Θησεὺς, ὅτε κατὰ τῶν Κενταύρων συνεστήσατο πόλεμον. Πειρίθους γὰρ Ἱπποδάμειαν μνηστευόμενος, εἱστία Κενταύρους ὡς συγγενεῖς ὄντας αὐτῇ. Ἀσυνήθως δὲ ἔχοντες οἴνου, ἀφειδῶς ἐμφορησάμενοι ἐμέθυον, καὶ εἰςαγομένην τὴν νύμφην ἐπεχείρουν βιάζεσθαι. Ὁ δὲ Πειρίθους μετὰ Θησέως καθοπλισάμενος μάχην συνῆψε, Καὶ πολλοὺς ὁ Θησεὺς ἀπ’ αὐτῶν ἀνεῖλεν. Ἀπῆλθε δὲ Θησεὺς καὶ μετὰ Ἡρακλέους πρὸς Ἀμαζόνας. Εὐρυσθέως γὰρ ἐπιτάξαντος Ἡρακλεῖ κομίσαι τὸν Ἱππολύτης ζωστῆρα, τῆς τῶν Ἀμαζόνων βασιλίσσης, ἀπελθὼν Ἡρακλῆς ἐζήτει τοῦτον. Τῆς δὲ συνθεμένης δοῦναι, Ἥρα μανίαν φυλάττουσα πρὸς αὐτὸν, εἰκασθεῖσα μιᾷ τῶν Ἀμαζόνων περιῄει πάσαις λέγουσα, ὅτι ὁ παραβαλὼν ξένος τὴν βασιλίδα βιάζεται, καὶ ταύτης τὸν ζωστῆρα, ὃν ἐξ Ἄρεος εἰς δεῖγμα τῆς βασιλείας εἴληφεν, ἀφελέσθαι βούλεται. Τοῦτο ἀκούσασαι Ἀμαζόνες, ἐφωπλισμέναι κατὰ τοῦ Ἡρακλέους ἐξῄεσαν. Νομίσας δὲ Ἡρακλῆς ἐκ δόλου τοῦτο γενέσθαι, τὴν μὲν Ἱππολύτην κτείνας τὸν ζωστῆρα ἀφαιρεῖται, πρὸς δὲ τὰς λοιπὰς ἀγωνισάμενος ἀποπλεῖ. Διὰ τοῦτο ὕστερον βουλόμενος Ἡρακλῆς Ἀμαζόνας ἀμύνασθαι, ἐστράτευσε κατ’ αὐτῶν, συμπαραλαβὼν καὶ Θησέα εἰς συμμαχίαν, ἃς καὶ κατεπολέμησε παρ’ αὐτοῦ συμμαχούμενος.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
