# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.39

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.39

Ὄνου παρακύψεως: μέμνηται ταύτης Μένανδρος ἐν Ἱερείᾳ. Λέγουσι δὲ, ὅτι κεραμεύς τις ἔτρεφε πολλὰς ὄρνιθας ἐν τῷ ἐργαστηρίῳ· ὄνος δὲ παριὼν, ἀκολουθοῦντος ἀμελῶς τοῦ ὀνηλάτου, παρακύψας διὰ τῆς θυρίδος ἀνεσόβησε τὰς ὄρνιθας, † καὶ τὰ ἐν τῷ ἐργαστηρίῳ συνέτριψαν σκεύη. Ὁ τοίνυν κύριος τοῦ ἐργαστηρίου ἐπὶ κρίσιν ἦγε τὸν ὀνηλάτην. Ἐρωτώμενος δὲ ἐκεῖνος ὑπὸ τῶν ἀπαντώντων, τίνος κρίνοιτο, ἔλεγε, Παρακύψεως ὄνου. Ἐπὶ τῶν καταγελάστως οὖν συκοφαντουμένων εἴρηται ἡ παροιμία.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
