# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.41-42

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 5.41 to 5.42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.41

Οἶδα Σίμωνα καὶ Σίμων ἐμέ; Τελχίνων φύσει βασκάνων ὄντων, (καὶ γὰρ τῷ τῆς Στυγὸς ὕδατι τὴν γῆν καταῤῥαίνοντες ἄγονον ἐποίουν,) δύο ἐγένοντο ἡγεμόνες, Σίμων καὶ Νίκων. Ὑπερίσχυε δὲ ὁ Σίμων κακοτροπώτατος ὢν, ὥστε τὴν ἐπὶ Νίκωνι φήμην ἀπαλεῖψαι. Διόπερ οἱ παροιμιαζόμενοι μόνον τὸν Σίμωνα ὀνομάζουσι. Λεχθείη δ’ ἂν ἡ παροιμία ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων. Ὄνῳ τὶς ἔλεγε μῦθον· ὁ δὲ τὰ ὦτα ἐκίνει: εἰς ἀναισθησίαν τινῶν ἡ παροιμία εἴρηται κατ’ ἀμφότερα. Τό τε γὰρ ζῶον νωχελὲς ἐπὶ τὰ ἔργα καὶ τὰ ὦτα κινεῖ, οἱονεὶ πρὸ τοῦ τινα λαλῆσαι πάντα ἀκήκοεν· ὅπερ ἐστὶ καὶ αὐτὸ ἀναισθησίας. Πῶς γὰρ ἂν δύναιτό τις ἐγνωκέναι τὰ μὴ λαληθέντα αὐτῷ, κἂν ἆτα μεγάλα ὥσπερ ὄνος ἔχῃ;

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
