# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.51-53

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 5.51 to 5.53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.51

Σικελὸς τὴν θάλασσαν: Σικελὸς, φασὶν ἔμπορος σῦκα ἄγων ἐναυάγησεν· εἶτα ἐπὶ πέτρας καθήμενος, καὶ ὁρῶν τὴν θάλασσαν ἐν γαλήνῃ, ἔφη, Οἶδα ὁ θέλει· σῦκα θέλει. Ὅπου αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσιν: ὁ Δήμων φησὶν ἐν τοῖς τραχέσι καὶ δυςβάτοις τόποις τοὺς ἐλάφους προςτρίβοντας τὰ κέρατα πρὸς τὰς θάμνους, ἀποβάλλειν αὐτά. Ὅθεν ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων εἰρῆσθαι τὴν παροιμίαν. Οὔθ’ ὕεται, οὔθ’ ἡλιοῦται: ἡ παροιμία εἴρηται ἐπὶ τῶν ἔξω πάσης φροντίδος ἑστώτων, τουτέστιν, Οὔτε βρέχεται, οὔτε ἡλιοβολεῖται.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
