# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.68

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.68

Πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα: μέμνηται ταύτης Ἀρχίλοχος ἐν ἐπωδῇ. Γράφει δὲ καὶ Ὅμηρος τὸν στίχον. Φησὶ δὲ καὶ Ἴων ὁ τραγικός· Ἀλλ’ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα καὶ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας· ὃς εὖτ’ ἂν ἄλλων θηρίων ὀσμὴν λάβῃ, στρόβιλος ἀμφ’ ἄκανθαν εἱλίξας δέμας, κεῖται θιγεῖν τε καὶ δακεῖν ἀμήχανος. Λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν πανουργοτάτων.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
