# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.76-79

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 5.76 to 5.79. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.76

Πεύκης τρόπσν: αὕτη τάττεται κατὰ τῶν πανωλεθρίᾳ ἀπολλυμένων· παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται. Μέμνηται δὲ αὐτῆς Στάφυλος ὁ Ναυκρατίτης. Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε Βάκχαι: παροιμία ἐπὶ τῶν ψευδῆ δόξαν ἐχόντων. Πάντα ὀκτώ: Εὔανδρος ἔφη ὀκτὼ τοὺς πάντων εἶναι κρατοῦντας θεοὺς, Πῦρ, Ὕδωρ, Γῆν, Οὐρανὸν, Σελήνην, Ἥλιον, Μίθραν, Νύκτα. Ἄλλοι δέ φασιν ἐν Ὀλυμπίᾳ τὰ πάντα εἶναι ἀγωνίσματα ὀκτὼ, Στάδιον, [Δόλιχον,] Δίαυλον, Ὁπλίτην, Πυγμὴν, Παγκράτιον καὶ τὰ λοιπά· ἀφ’ ὧν εἰρῆσθαι πάντα ὀκτώ. Πυραύστου μόρος: πτηνόν ἐστι ζωΰφιον, ὃ προςιπτάμενον τοῖς λύχνοις καὶ δοκοῦν ἅπτεσθαι τοῦ πυρὸς κατακαίεται. Μέμνηται καὶ αὐτοῦ Αἰσχύλος εἰπών· Δέδοικα μωρὸν κάρτα πυραύστου μόρον. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν ἑαυτοῖς προξενούντων ἀπώλειαν.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
