Ancient Greek
Centuria 5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.8
Not analysed yet
Μεγαρέων δάκρυα: αὕτη τέτακται ἐπὶ τῶν πρὸς βίαν δακρυόντων, καὶ μὴ ἐπὶ οἰκείῳ πάθει. Λέγουσι γὰρ, Βάκχιόν τινα Κορίνθιον γῆμαι τὴν Κλυτίον τοῦ Μεγαρέων βασιλέως θυγατέρα· ἧς ἀποθανούσης, ἀναγκασθῆναι τοὺς Μεγαρέας ὑπὸ τοῦ Κλυτίου πέμπειν [ν] παρθένους καὶ ἠϊθέους εἰς Κόρινθον τοὺς μέλλοντας αὐτοῦ τὴν θυγατέρα καταθρηνήσειν. Οἱ δέ φασιν, ὅτι πλεῖστα δοκεῖ φύεσθαι ἐν τῇ Μεγαρέων σκόροδα· ἔνθεν τὴν παροιμίαν εἰρῆσθαι ἐπὶ τῶν προςποιητῶς δακρυόντων, παρόσον οἱ ἐμπιπλάμενοι τῶν σκορόδων ἀποδακρύουσι συνἐχῶς ὑπὸ τῆς δριμύτητος. Ὅθεν τὰ μὴ ἐκ παθῶν μηδὲ ἐκ βάθους δάκρυα, ἀλλ’ ἐξ ἐπιπολῆς, Μεγαρέων δάκρυα ἔλεγον,