# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.80

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.80

Πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι: φασὶ τοὺς Κᾶρας πολεμουμένους ὑπὸ Δαρείου τοῦ Πέρσου, κατά τινα παλαιὰν μαντείαν εἰρημένην αὐτοῖς τοὺς ἀλκιμωτάτους προςθέσθαι συμμάχους, ἐλθεῖν εἰς Βραχγίδας, καὶ τὸν ἐκεῖ θεὸν ἐρωτῆσαι, εἰ Μιλησίους πρόςθοιντο συμμάχους· τὸν δὲ ἀποκρίνασθαι, Πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. Οὗτος δὲ ὁ στίχος εἴρηται τὸ πρότερον παρὰ Ἀνακρέοντι, ὃς ἤκμασε μάλιστα κατὰ Κῦρον τὸν Πέρσην. Τρίτος δέ ἐστιν ἀπὸ Κύρου Δαρεῖος.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
