Ancient Greek
5.83 to 5.84
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.83-84
Not analysed yet
Ῥηγίνων δειλότερος: τοὺς δειλοὺς Ῥηγίνους ἔλεγον. Ξέναρχος γὰρ ὁ Σώφρονος υἱὸς εἰς δειλίαν ἐκωμῴδησε τοὺς Ῥηγίνους. Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν τὰ μηδενὸς ἄξια κλεπτόνεων λέγεται ἡ παροιμία. Μετενήνεκται δὲ ἀπὸ τῶν Σικελῶν, τὰς ἀβρώτους ὄμφακας κλεπτόντων, Μέμνηται ταύτης Ἐπίχαρμος.