# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.85

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.85

Σαρδόνιος γέλως: Αἰσχύλος ἐν τοῖς Περὶ παροιμιῶν περὶ τούτου φησὶν οὕτως· » Οἱ τὴν Σαρδὼ κατοικοῦτες, Καρχηδονίων ὄντες ἄποικοι, τοὺς ὑπὲρ τὰ ἑβδομήκοντα ἔτη γεγονότας τῷ Κρόνῳ ἔθυον γελῶντες καὶ ἀσπαζόμενοι ἀλλήλους· αἰσχρὸν γὰρ ἡγοῦντο δακρύειν καὶ θρηνεῖν. Τὸν οὖν προςποίηταν γέλωτα Σαρδόνιον κληθῆναι. « Τίμαιος δέ φησιν αὐτοὺς ἱστάντας τοὺς γονεῖς ἐν οἷς μέλλουσι βάλλεσθαι βόθροις, παίειν σχίζαις καὶ κατακρημνίζειν· φθειρομένους δὲ αὐτοὺς γελᾶν διὰ τὴν ἀπὸ τῶν τέκνων ἀδικίαν καὶ δόξαν τοῦ μακαρίως καὶ καλῶς τελευτᾶν. Τινὲς δὲ ἀπὸ Σαρδόνος τῆς νήσου. Φύεται γάρ τις βοτάνη ἐνταῦθα, ἧς οἱ γευσάμενοι μετὰ σπασμοῦ καὶ γέλωτος ἀποθνήσκουσιν. Ἄλλοι δὲ τὸν καθ’ ὑπόκρισιν γέλωτα γινόμενον Σαρδόνιον καλεῖσθαι λέγουσιν, ἀπὸ τοῦ σεσηρέναι τοῖς ὀδοῦσι. Σιμωνίδης δέ φησι τὸν Τάλω πρὸ τῆς εἰς Κρήτην ἀφίξεως οἰκῆσαι τὴν Σαρδὼ, καὶ πολλοὺς τῶν ἐν ταύτῃ διαφθεῖραι· οὓς τελευτῶντας σεσηρέναι, καὶ ἐκ τούτου ὁ Σαρδόνιος γέλως. Περὶ δὲ τοῦ Τάλω τοιόνδε μυθολογεῖται· φασὶν αὐτὸν τοῦ χαλκικοῦ γένους εἶναι· δοθῆναι δὲ Μίνωϊ παρ’ Ἡφαίστου εἰς φυλακὴν τῆς νήσου Κρήτης. Οὗτος φλέβα μίαν εἶχεν ἀπὸ αὐχένος ἄχρι σφυρῶν κατατείνουσαν· κατὰ δὲ τὸ δέρμα τῆς φλεβὸς ἧλος διήρειστο χαλκοῦς. Τρὶς δὲ ἑκάστης ἡμέρας τὴν νῆσον περιερχόμενος ὁ Τάλως ἐτήρει. Διὸ καὶ προςπλέουσαν τὴν Ἀργὼ μετὰ Ἰάσονος, ὑποστρέφοντος ἀπὸ Κόλχων, ἐκώλυε τῇ νήσῳ προςορμισθῆναι, Ἀπατηθεὶς δὲ ὑπὸ Μηδείας ἀπέθανεν, ὡς μὲν ἔνιοι λέγουσι, διὰ φαρμάκων αὐτῆς μανίαν ἐμβαλούσης· ὡς δέ τινες, ὑποσχομένης ποιήσειν ἀθάνατον, καὶ τὸν ἧλον ἐξελούσης, διαῤῥυέντος τοῦ ἰχῶρος σὺν ὅλῳ τῷ αἵματι, οὕτως αὐτὸν τεθνάναι. Τινὲς δὲ αὐτὸν τελευτῆσαι λέγουσιν ὑπὸ Ποίαντος εἰς τὸ σφυρὸν τοξευθέντα.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
