Ancient Greek
5.86 to 5.92
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.86-92
Not analysed yet
Σαρπηδονία ἀκτή: τόπος οὗτος Θράκης, ἀεὶ κλύδωνας ἔχων καὶ κυματιζόμενος, ἱερὸν Ποσειδῶνος. Ἔστι δὲ καὶ ἑτέρα Σαρπηδονία περὶ Κιλικίαν· καὶ ἄλλη πρὸς τῷ ὠκεανῷ, Γοργόνων οἰκητήριον. Συβαριτικὴ τράπεζα: ἀντὶ τοῦ ἐν πολυτελείᾳ. Τρυφηταὶ γὰρ οἱ Συβαρῖται. Συβαρῖται διὰ. πλατείας: παροιμία ἐπὶ τῶν σοβαρῶς πορευομένων. Σικελὸς στρατιώτης: παροιμιῶδες. Ἐπεὶ ξένοις ἐχρῶντο στρατιώταις ὡς ἐπὶ πολὺ οἱ ὑπὸ. Ἱέρωνα. Σκορακίζειν: ἀντὶ τοῦ, εἰς κόρακας πέμπειν, ἐκφαυλίζειν. Σῦκον αἰτεῖς: αὕτη λέγεται κατὰ τῶν κολακευόντων. Οἱ γὰρ Ἀθηναῖοι ἐκολάκευον τοὺς γεωργοὺς, βουλόμενοι παρ’ αὐτῶν λαμβάνειν τὰ πρώϊμα σῦκα· οἰωνίζοντο γὰρ αὐτοῖς καὶ πάλιν ἐλθεῖν εἰς νέωτα. Σῦκον ἐφ’ Ἑρμῇ: παροιμία ἐπὶ τῶν ἐκκειμένων ἐπ’ ὠφελείᾳ τοῖς βουλομένοις. Εἴ ποτε γὰρ φανείη σῦκον, τοῦτο τῷ Ἑρμῇ ἀνἀτιθέασι· τοῦτο δὲ οἱ βουλόμενοι ἀνελάμβανον.