# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.86-92

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 5.86 to 5.92. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.86

Σαρπηδονία ἀκτή: τόπος οὗτος Θράκης, ἀεὶ κλύδωνας ἔχων καὶ κυματιζόμενος, ἱερὸν Ποσειδῶνος. Ἔστι δὲ καὶ ἑτέρα Σαρπηδονία περὶ Κιλικίαν· καὶ ἄλλη πρὸς τῷ ὠκεανῷ, Γοργόνων οἰκητήριον. Συβαριτικὴ τράπεζα: ἀντὶ τοῦ ἐν πολυτελείᾳ. Τρυφηταὶ γὰρ οἱ Συβαρῖται. Συβαρῖται διὰ. πλατείας: παροιμία ἐπὶ τῶν σοβαρῶς πορευομένων. Σικελὸς στρατιώτης: παροιμιῶδες. Ἐπεὶ ξένοις ἐχρῶντο στρατιώταις ὡς ἐπὶ πολὺ οἱ ὑπὸ. Ἱέρωνα. Σκορακίζειν: ἀντὶ τοῦ, εἰς κόρακας πέμπειν, ἐκφαυλίζειν. Σῦκον αἰτεῖς: αὕτη λέγεται κατὰ τῶν κολακευόντων. Οἱ γὰρ Ἀθηναῖοι ἐκολάκευον τοὺς γεωργοὺς, βουλόμενοι παρ’ αὐτῶν λαμβάνειν τὰ πρώϊμα σῦκα· οἰωνίζοντο γὰρ αὐτοῖς καὶ πάλιν ἐλθεῖν εἰς νέωτα. Σῦκον ἐφ’ Ἑρμῇ: παροιμία ἐπὶ τῶν ἐκκειμένων ἐπ’ ὠφελείᾳ τοῖς βουλομένοις. Εἴ ποτε γὰρ φανείη σῦκον, τοῦτο τῷ Ἑρμῇ ἀνἀτιθέασι· τοῦτο δὲ οἱ βουλόμενοι ἀνελάμβανον.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
