# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.93

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/5.93

Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει: παροιμία ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν. Τίθεται δὲ ἡ παροιμία ἐπὶ γυναικῶν μάλιστα ὀφειλουσῶν ἐργάζεσθαι· ἡ γὰρ Ἀθηνᾶ ἐργάνη. Εἴρηται δὲ ἀπὸ ὀνηλάτου, οὗ ὁ μὲν ὄνος εἰς πηλὸν ἐπεπτώκει· ὁ δὲ, δέον βοηθεῖν, ἐπεκαλεῖτο τὸν Ἡρακλέα. Μέμνηται ταύτης τῆς παροιμίας Εὐριπίδης. Ἕτεροι δέ φασιν ὅτι μέλλων τὶς ἀγωνίσασθαι, χρησμὸν παρὰ τῆς Ἀθηνᾶς εἴληφεν, ὅτι νικήσει· ἐνστάντος δὲ τοῦ ἀγῶνος εἰςελθὼν εἰς τὸ θέατρον καὶ κάτω βαλὼν τὰς χεῖρὰς εἰστήκει, ἕως τυπτόμενος ὑπὸ τοῦ ἀνταγωνιστοῦ ἐνικήθη.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
