Ancient Greek
Centuria 6
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.13
Not analysed yet
Τὰς ἐν τῇ φαρέτρᾳ ψηφῖδας: Φύλαρχος φησὶ τοὺς Σκύθας μέλλοντας καθεύδειν ἄγειν τὴν φαρέτραν, καὶ εἰ μὲν ἀλύπως τύχοιεν τὴν ἡμέραν ἐκείνην διαγαγόντες, καθιέναι εἰς τὴν φαρέτραν ψηφῖδα λευκήν· εἰ δὲ ὀχληρῶς, μέλαιναν. Ἐπὶ τοίνυν τῶν ἀποθνησκόντων ἐκφέρειν τὰς φαρέτρας καὶ ἀριθμεῖν τὰς ψήφους· καὶ εἰ εὑρεθείησαν πλείους αἱ λευκαὶ, εὐδαιμονίζειν τὸν ἀπογενόμενον. Ὅθεν παροιμιασθῆναι, τὴν ἀγαθὴν ἡμῶν ἡμέραν λεγόντων τῶν ἐκ τῆς φαρέτρας εἶναι. Καὶ Μένανδρος δὲ φησὶν ἐν Λευκαδίᾳ, τὴν ἀγαθὴν ἡμέραν λευκὴν καλεῖσθαι.