# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.15

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/6.15

Ταῦτά σοι καὶ Πύθια καὶ Δήλια: ἡ παροιμία εἴρηται ἐπὶ τῶν ὕστατα καὶ τελευταῖα ποιούντων. Μέμνηται δὲ αὐτῆς Μένανδρος. Φασὶ δὲ, ὅτι Πολυκράτης ὁ Σαμίων τύραννος ἑλὼν Ῥήνειαν καὶ ἀναθεὶς αὐτὴν Ἀπόλλωνι τῷ Δηλίῳ, ἀγῶνα θεὶς κάλλιστον ἠρώτα πέμψας εἰς Δελφούς, πῶς δεῖ καλεῖν τὸν ἀγῶνα, Δήλια καὶ Πύθια; Ἀνεῖλε δὲ αὐτὸς ὁ θεός· Ταῦτά σοι καὶ Δήλια καὶ Πύθια. Ἐσήμαινε δὲ αὐτῷ ὅτι εὐθὺς ἀποθανεῖται· Ὀροίτης γὰρ αὐτὸν ὁ Πέρσης ἐσταύρωσεν.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
