# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.26

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/6.26

Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀμηχάνων εἴρηται ἡ παροιμία· διὰ τὰς τῆς Ὕδρας κεφαλὰς, ἃς τέμνων ὁ Ἡρακλῆς οὐδὲν μᾶλλον ἐκράτει τῆς Ὕδρας, ἀναδιδούσης ἄλλας ἀντὶ τῶν κοπτομένων κεφαλάς. Ἡ δὲ Ὕδρα θηρίον ἦν μέγιστον, ἐν τῇ Λέρνῃ τρεφόμενον, κεφαλὰς ἔχουσα ὀκτὼ, μίαν μέσην ἀθάνατον. Ταύτην κατ’ ἐπιταγὴν Εὐρυσθέως ὁ Ἡρακλῆς ἑκτεῖνεν. Ἅρματα γὰρ ἐπιβὰς, ἡνιοχοῦντος Ἰολάου, παρεγένετο εἰς Λέρνην, ὅπου ὁ φωλεὸς αὐτῆς ὑπῆρχε, καὶ βάλλων βέλεσιν ἠνάγκασεν αὐτὴν ἐξελθεῖν, καὶ κρατήσας τὰς κεφαλὰς ἀπέτεμνεν. Ἀλλ’ οὐδὲν ἀνύειν ἠδύνατο· μιᾶς γὰρ κοπτομένης, δύο ἀνεφύοντο. Προςκαλεσάμενος οὖν βοηθὸν τὸν Ἰόλαον, ἐπέταξεν αὐτῷ μέρος τι καταπρῆσαὶ τῆς ἐγγὺς ὕλης, καὶ τοῖς δαλοῖς ἐπικαίειν τοὺς τόπους τῶν τετμημένων κεφαλῶν, καὶ τοῦτον τὸν τρόπον Ἰολάου κωλύοντος τὰς ἀναφυομένας κεφαλὰς, Ἡρακλῆς περιγίνεται τὴν ἀθάνατον ἀποκόψας, τὸ σῶμα δὲ τῆς Ὕδρας ἀνασχίσας, καὶ τῇ χολῇ ταύτης τοὺς ὀϊστοὺς βάψας, θανατηφόρους εἰργάσατο.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
