Ancient Greek
Centuria 6
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.27
Not analysed yet
Ὑγιέστερος κρότωνος: ἐπὶ τῶν πάνυ ὑγιαινόντων ἡ παροιμία, ἀπὸ τοῦ ζώου τοῦ κρότωνος. Λεῖον γάρ ἐστιν ὅλον, καὶ χωρὶς ἀμυχῆς, καὶ μηδὲν ἔχων σίνος. Μέμνηται τούτου Μένανδρος ἐν Λοκροῖς.