Ancient Greek
6.29 to 6.37
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.29-37
Not analysed yet
Ὑπὲρ τὰ Καλλικράτους: Κλέαρχός φησιν, ὅτι Καλλικράτης τις ἐγένετο ἐν Καρύστῳ πλουσιώτατος. Εἴ ποτε ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ ὑπερβολικῷ, ἔλεγον, Ὑπὲρ τὰ Καλλικράτους. Ἀριστοτέλης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ, Καλλικράτην τινὰ πρῶτον τῶν δικαστῶν τοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι· ὅθεν καὶ τὴν παροιμίαν εἰρῆσθαι. Ὑπερβερεταῖα: ἐπὶ τῶν ὑπερχρονίων εἴρηται. Παρὰ γὰρ Μακεδόσιν ὁ τελευταῖος μὴν τοῦ ἐνιαυτοῦ Ὑπερβερεταῖος ἀνεγράφη. Φόνου πτερόν: τὸν διὰ τῶν ὀϊστῶν, πτερόεντα ἢ ταχύν. Βέλτιον δὲ ἀκούειν περιφραστικῶς τὸν φόνον. Φρουρεῖν ἢ πλουτεῖν: ἐπὶ τῶν ἀναλισκόντων ἐκ τῶν ἀλλοτρίων ἡ παροιμία εἴρηται. Ἀθηναῖοι γὰρ φρουραῖς διαλαβόντες τοὺς νησιώτας, μισθοὺς ἔταξαν μεγάλους τοῖς φυλάττουσιν ὑπ’ αὐτῶν χορηγεῖσθαι τῶν νησιωτῶν. Φρουρῆσαι ἐν Ναυπάκτῳ: Φιλίππου Ναύπακτον ἑλόντος Ἀχαιοὶ τοὺς φρουροὺς ἀπέσφαξαν καὶ Παυσανίαν τὸν ἄρχοντα τῆς φρουρᾶς ἀπέκτειναν, ὥς φησι Θεόπομπος. Φιλίππου Ἀλεκτρυών: αὕτη τάττεται ἐπὶ τῶν ἐν μικροῖς κατορθώμασιν ἀλαζονευομένων. Ἀλεκτρυὼν γάρ τις ἐγένετο Φιλίππου στρατηγὸς, ὃν ἀπέκτεινεν, ὥς φασι, Χάρης ὁ Ἀθηναῖος. Μέμνηται δὲ αὐτοῦ Ἡρακλείδης ὁ κωμικὸς, καὶ Ἀντιφάνης. Φωκαέων ἀρά: οἱ Φωκαεῖς ποτὲ τῆς αὑτῶν ἐκπεσόντες ἐπηράσαντο μηδέποτε κατελθεῖν εἰς αὐτήν. Μέμνηται ταύτης Ἡρόδοτος ἐν τῇ πρώτῃ. Φασηλιτῶν θῦμα: ἐπὶ τῶν εὐτελῶν καὶ ἀναίμων λέγεται. Φασὶ γὰρ τοὺς Φασηλίτας ταρίχους τοῖς θεοῖς θύειν. Φώκου ἔρανος: αὕτη λέγεται κατὰ τῶν εὐωχίας συναγόντων ἐπὶ τῷ ἑαυτῶν κακῷ. Φῶκος γάρ τις θυγατέρα ἔχων ἐπίγαμον, πολλῶν αὐτὴν μνηστευομένων, ἐράνους συνῆγε, καὶ ἑστιῶν τοὺς μνηστῆρας ἀνεβάλλετο τὸν γάμον. Ὀργισθέντες οὖν ἐκεῖνοι ἐν τῷ συμποσίῳ ἀπέκτειναν τὸν Φῶκον.