# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.38

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/6.38

Χαλεπὰ τὰ καλά: παροιμία, ἧς μέμνηται καὶ Πλάτων. Ἐλέχθη δὲ ἐντεῦθεν· Περίανδρον τὸν Κορίνθιον κατ’ ἀρχὰς μὲν εἶναι δημοτικὸν, ὕστερον δὲ τὴν προαίρεσιν μεταβαλεῖν καὶ τυραννικὸν ἀπὸ δημοτικοῦ γενέσθαι· καὶ ταῦτα Πιττακὸν πυθόμενον τὸν Μιτυληναῖον καὶ δείσαντα περὶ τῆς ἑαυτοῦ γνώμης, φυγεῖν τότε τυραννοῦντα Μιτυληναίων. Ἀλλὰ πυνθανομένων δι’ ἣν αἰτίαν ἀφίστατο τῆς ἐξουσίας, εἰπεῖν τὸν Πιττακὸν, Ὡς ἄρα χαλεπὸν ἐσθλὸν ἔμμεναι· νομίσαντα διὰ τὰ συμβάντα τῷ Περιάνδρῳ δυςχερέστατον εἶναι τηρῆσαι τὴν ἑαυτοῦ γνώμην. Σόλωνα δὲ ταῦτα πυνθανόμενον εἰπεῖν, Χαλεπὰ τὰ καλά· καὶ ἐντεῦθεν εἰς παροιμίαν ἐλθεῖν. Ἄλλοι δὲ τὸ Χαλεπὸν ἀκούουσιν ἐπὶ τοῦ ἀδυνάτου. Ἀδύνατον οὖν εἶναι ἐφ’ ἅπαντα ἀγαθόν.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
