# Περὶ διαφορᾶς χαλκοῦ κεκαυμένου (e cod. Paris. B.N. gr. 2327, fol. 249v) 2.223

Zosimus, Περὶ διαφορᾶς χαλκοῦ κεκαυμένου (e cod. Paris. B.N. gr. 2327, fol. 249v), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus-alchem/e-cod-paris-b-n-gr-2327-fol-249v/2.223

τῶν ἄλλων λέγουσιν ἀσαφῶς, μόνος ὁ Δημόκριτος ἀφθόνως ... Αἰθάλη ἐστὶν δι' ἀμβίκων καιόμενον λεπτῷ πυρὶ κοβαθίων. Περὶ δὲ πήξεων τῶν κατασπωμένων σκωριδίων, τοῦτο ἐπεθύμησαν ἰδεῖν οἱ τῶν ἀρχαίων προφῆται, ἀλλ' ὅτι καὶ περὶ τῶν ψάμμων πάντες φροντίζουσι. Ὅτι ἡ ὕλη τῶν σωμάτων τετρασωμία λέγεται. Ὅτι καὶ μόλυβδον μέλανα ἐπεθύμησαν ἰδεῖν οἱ Αἰγύπτιοι· ἐν δὲ τῇ ἐργασίᾳ ἐστὶν ἀπομέλανσις. Γίνωσκε δὲ ὅτι καὶ τὰ σκωρίδιά εἰσι τὸ ὅλον μυστήριον· μέλανα γὰρ οἴδασιν οἱ ἀρχαῖοι τὸν μόλυβδον <ὅτι> ἐστὶν ὁ ὑπὸ οὐσίας. Καὶ πῶς γίνεται; ἐὰν μὴ τὰ σώματα ἀσωματώσῃς καὶ ποιήσῃς τὰ δύο ἓν, οὐδὲν τὸ προσδοκώμενον ἔσται. Καὶ ἐὰν μὴ τὰ πάντα [τῷ] περιεκλεπτυνθῇ, καὶ ἡ αἰθάλη πνευματωθεῖσα καὶ πηχθῇ, οὐδὲν εἰς πέρας ἀχθήσεται· χαλκὸν δὲ μόλυβδον εἶναι αἱ οἰκονομίαι τῶν δύο σκωριῶν. Σκεύαζε δὲ ζωμὸν ἀπὸ μολύβδου· λαβὼν νίτρου μέρη δʹ, στυπτηρίας στρογγύλης μέρος αʹ, μύσεως μέρη δύο, ἅλατος καππαδοκικοῦ μέρη δʹ· βάλε ἐν ὄξει λίαν δριμυτάτῳ, καὶ ποίησον ζωμόν· ἐν τούτοις γὰρ ἀποσκιάσεις τὰ πέταλα. οὕτως γὰρ ὁ ζωμὸς ἀρχὴ καὶ τέλος ἐδοκιμάσθη. Ἐὰν γὰρ ἴδῃς τὰ πάντα σποδὸν γινόμενα, τότε νόει ὅτι καλῶς ἐσκεύασας ταῦτα τῷ πυρί. Τοῦτο τὸ σκωρίδιον λείωσον καλῶς καὶ ἐξυδάτωσον καὶ ἀπόπλυνον ἑξάκις καὶ ἑπτάκις ἐν γλυκοῖς ὕδασι καθ' ἑκάστην χωνείαν ποιῶν· διὰ γὰρ τῆς δυνάμεως τοῦ ψάμμου καὶ αἱ χωνείαι γίνονται· διὰ γὰρ ταύτης τῆς πλύσεως γλυκαίνεται τὸ σύνθεμα· μετὰ γὰρ τὸ τέλος τῆς ἰώσεως, ἐπιβολῆς γινομένης, γίνεται τοῦτο καὶ βεβαία ξάνθωσις· καὶ τοῦτο ποίων ἐκφέρεις ἔξω τὴν ἔνδον κεκρυμμένην. «Ἔκστρεψον γὰρ, φησὶν, τὴν φύσιν, καὶ εὑρήσεις τὸ ζητούμενον· ἐκστρεφομένης τῆς φύσεως, οὐκέτι λευκὸν ὁρᾷται.»

---

Zosimus Alchem., Περὶ διαφορᾶς χαλκοῦ κεκαυμένου (e cod. Paris. B.N. gr. 2327, fol. 249v). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4319.tlg046.local001/.
