# Βίβλος ἀληθὴς Σοφὲ Αἰγυπτίου καὶ θείου Ἑβραίων κυρίου τῶν δυνάμεων Σαβαώθ (e cod. Paris. B.N. gr. 2327, fol. 260r) 2.213

Zosimus, Βίβλος ἀληθὴς Σοφὲ Αἰγυπτίου καὶ θείου Ἑβραίων κυρίου τῶν δυνάμεων Σαβαώθ (e cod. Paris. B.N. gr. 2327, fol. 260r), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus-alchem/e-cod-paris-b-n-gr-2327-fol-260r/2.213

ΒΙΒΛΟΣ ΑΛΗΘΗΣ ΣΟΦΕ ΑΙΓΥΠΤΙΟΥ ΚΑΙ ΘΕΙΟΥ ΕΒΡΑΙΩΝ ΚΥΡΙΟΥ ΤΩΝ ΔΥΝΑΜΕΩΝ ΣΑΒΑΩΘ Λόγος βίβλου ἀληθὴς Σοφὲ Αἰγυπτίου, καὶ θείου Ἑβραίων κυρίου τῶν δυνάμεων σαβαώθ. Δύο γὰρ ἐπιστῆμαι καὶ σοφίαι εἰσίν· ἡ τῶν Αἰγυπτίων καὶ ἡ τῶν Ἑβραίων βεβαιοτέρα ἐστὶν δικαιοσύνης θείας· ἡ γὰρ τῶν ἀγαθωτάτων ἐπιστήμη τε καὶ σοφία κυριεύει ἀμφοτέρων ἐκ τῶν αἰώνων ἔρχεται· ἀβασίλευτος γὰρ αὐτῶν ἡ γενεὰ καὶ αὐτόνομος· ἄϋλός τε καὶ μηδὲν ζητοῦσα τῶν ἐνύλων καὶ παναφθόρων σωμάτων· ἀπαθῶς γὰρ ἐργάζεται· νῦν δωρεὰς δὲ εὐχῇ, χημείας σύμβολον φέρεται <ἐκ> κοσμοποιΐας, τοῖς τε σώζουσιν καὶ καθαιροῦσιν τὴν ἐν τοῖς στοιχείοις συνδεθεῖσαν θείαν ψυχὴν, μᾶλλον δὲ θεῖον πνεῦμα φυραθὲν τῇ σαρκὶ, ὑποδείγματος χάριν, ὥσπερ ὁ ἥλιος ἄνθος πυρὸς καὶ ἥλιος οὐράνιος, καὶ δεξιὸς ὀφθαλμὸς τοῦ κόσμου, οὕτω καὶ ὁ χαλκὸς, ἐὰν ἄνθος γένηται διὰ τῆς καθάρσεως, ἥλιός ἐστιν ἐπίγειος, βασιλεὺς ὢν ἐπὶ γῆς, ὡς ὁ ἥλιος ἐν οὐρανῷ.

---

Zosimus Alchem., Βίβλος ἀληθὴς Σοφὲ Αἰγυπτίου καὶ θείου Ἑβραίων κυρίου τῶν δυνάμεων Σαβαώθ (e cod. Paris. B.N. gr. 2327, fol. 260r). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4319.tlg042.local001/.
