# Βίβλος ἀληθὴς Σοφὲ Αἰγυπτίου καὶ θείου Ἑβραίων κυρίου τῶν δυνάμεων Σαβαώθ (e cod. Paris. B.N. gr. 2327, fol. 260r) 2.214

Zosimus, Βίβλος ἀληθὴς Σοφὲ Αἰγυπτίου καὶ θείου Ἑβραίων κυρίου τῶν δυνάμεων Σαβαώθ (e cod. Paris. B.N. gr. 2327, fol. 260r), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus-alchem/e-cod-paris-b-n-gr-2327-fol-260r/2.214

Οὐδαμοῦ εὑρίσκω τὰς παντελείας καταβαφὰς λαμβανούσας ἥλιον, οἷον τὴν Δημοκρίτου, καὶ τὴν μονάδα τὴν παραδιδοῦσαν τὴν σκυθικὴν κώμαριν· τῆς δὲ τελείας εὑρίσκω λαμβάνουσαν, οἷον τὴν Ἴσιδα, ἣν προσφωνεῖ ὁ Ἡρῶν. Εὑρίσκω ἡλίου ἐξίωσιν· χρυσοζώμιον καὶ ἀργυροζώμιον ἐπὶ σελήνην ποιεῖ σελήνης, ἵνα σαπῇ μετὰ τοῦ σιδηροχάλκου· ὁμοίως αὗται εἰς τὰς σήψεις ἀργύρωσιν λαμβάνουσιν. Ὁμοίως δὲ καὶ εἰς οὐ μόνον καὶ διπλώσεις καὶ τριπλώσεις λαμβάνουσιν, καὶ χρυσοῦ καὶ ἀργύρου [καὶ] τὰς μίξεις· ὥστε χρὴ <διὰ> τῶν μεθοδειῶν, ἄνευ χρυσοῦ καὶ ἀργύρου ἐργάσασθαι καὶ τὰς διπλώσεις μὴ χωρίζειν χρυσὸν ἢ ἄργυρον, ὡς καὶ πορνείαν καὶ μῆνιν· χρυσὸν οὐ λαμβάνουσιν τὸ μείζω ὅτι ἐὰν τὸν χαλκὸν ἀσκίαστον ποιήσῃς, λευκανεῖς τοῖς λευκαίνουσιν φαρμάκοις, καὶ ξανθώσεις τοῖς ξανθοῦσιν φαρμάκοις, καὶ βάψεις τὴν καδμίαν ἢ κιννάβαριν χρυσὸς ποιεῖται εἰς τὰ ἡφαίστεια προσεφώνησα, εἰς σκοροποιία, ἐν ᾗ τὸ πᾶν μυστήριον τῆς καταβαφῆς κέκρυπται. Τοῦ δὲ χαλκοῦ λευκανθέντος καὶ μελανωθέντος καὶ ξανθωθέντος, βάπτεις τὸν ἄσημον, χρυσὸν ὁρῶν, ἢ τὸν λευκανθέντα χαλκόν· ἀπὸ γὰρ τοῦ χαλκοῦ γίνεται ὅλα τὰ εἴδη, λέγω κιννάβαριν, καθμίαν, χρυσὸν, σαθὴν (?), καὶ ὅσα ἄλλα. Ὁ γὰρ μόλυβδος εἰς πολλὰ τρέπεται· οὕτως καὶ ὁ ἐξ αὐτοῦ χαλκὸς ὁ στεφανίτης. Εὑρήσεις δὲ εἰς τὰ ἐφέπεια τὰς ποιήσεις χρυσοῦ, ἔκ τε τούτων ἐπιπλοκαὶ ὅλα τὰ εἴδη γίνεται· ἀλλήλων γάρ εἰσιν αἱ οὐσίαι οἰκονομίαι· πολλαὶ δὲ μορφαὶ ἐν οἰκονομίαις· ὅλα δὲ κρίναντες βελτίοσιν χρῶ.

---

Zosimus Alchem., Βίβλος ἀληθὴς Σοφὲ Αἰγυπτίου καὶ θείου Ἑβραίων κυρίου τῶν δυνάμεων Σαβαώθ (e cod. Paris. B.N. gr. 2327, fol. 260r). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4319.tlg042.local001/.
