# Ἑρμηνεία περὶ πάντων ἁπλῶς καὶ περὶ τῶν φώτων (e cod. Paris. B.N. gr. 2327, fol. 264r) 2.247

Zosimus, Ἑρμηνεία περὶ πάντων ἁπλῶς καὶ περὶ τῶν φώτων (e cod. Paris. B.N. gr. 2327, fol. 264r), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus-alchem/e-cod-paris-b-n-gr-2327-fol-264r/2.247

ἙΡΜΗΝΕΙΑ ΠΕΡΙ ΠΑΝΤΩΝ ΑΠΛΩΣ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΦΩΤΩΝ Βλέπε δὲ μὴ πλανηθῇς καὶ τὸν μόλυβδον καὶ τὸν χαλκὸν <οὐ> μόνον ξανθώσῃς, ἀλλὰ καὶ τὰ μεταλλικὰ εἴδη, τὰ λεγόμενα χρυσοζώμιον, καὶ χρύσολον, ἅτινά εἰσιν τὸν ἀριθμὸν πλέον ἢ ἔλαττον οηʹ· οηʹ δὲ πλέον ἢ ἔλαττον εἶπον, ὅτι ἔλαβεν ὑδράργυρον. Δεῖ δὲ γινώσκειν πεῖραν καὶ τὴν δόναμιν μνημονεύει περὶ τῶν φώτων <καὶ> διοπτᾶν ἢ εἰσκρίνοντα τὸν σίδηρον. Οἱ μὲν γὰρ ἡμιώριον μόνον ὄπτησαν, οἱ δὲ ὥραν αʹ, ἄλλοι δὲ βʹ, ἕτεροι γʹ, τινὲς δὲ καὶ δʹ. Ἐλαφρὰ φῶτα πᾶσαν τὴν τέχνην ἀναφέρει, καὶ τὰ χρώματα ὄπτα, καὶ ἔα τέως ἀποψυγῇ· ἐν ὑέλοις βλέπῃς τὸ γινόμενον· οὕτως ξανθοῦται διὰ τῆς λειώσεως καὶ ἑψήσεως. Τοῦτο τὸ θεῖον ὕδωρ τὸ δίχρωμον, τὸ λευκὸν καὶ ξανθὸν, μυρίοις κεκλήκασιν ὀνόμασιν. Ἄνευ οὖν τοῦ θείου ὕδατος οὐδέν ἐστιν· τὸ γὰρ ὅλον σύνθεμα δι' αὐτοῦ ἀναλαμβάνεται, καὶ δι' αὐτοῦ ὀπτᾶται, καὶ δι' αὐτοῦ καίεται, καὶ δι' αὐτοῦ πήγνυται, καὶ δι' αὐτοῦ ξανθοῦται, καὶ δι' αὐτοῦ σήπτεται, καὶ δι' αὐτοῦ βάπτεται, καὶ δι' αὐτοῦ ἰοῦται καὶ ἐξιοῦται, καὶ ἑψεῖται. Φησὶν γάρ· Ἐπιβαλὼν ὕδωρ θείου ἄθικτον, καὶ κόμμι ὀλίγον, πᾶν σῶμα βάψεις. Ὅσα γὰρ ἀπὸ ὕδατος ἔσχον γένεσιν, ταῦτα τοῖς ἀπὸ τοῦ πυρὸς ἀντιπάσχει. Ὥστε ἄνευ τοῦ καταλόγου τῶν ὑγρῶν πάντων, οὐδέν ἐστιν ἀσφαλές. Ἐμνημόνευσαν δέ τινες, τάχα δὲ καὶ οἱ ὅλοι, ὅτι δεῖ τοῦτο τὸ

---

Zosimus Alchem., Ἑρμηνεία περὶ πάντων ἁπλῶς καὶ περὶ τῶν φώτων (e cod. Paris. B.N. gr. 2327, fol. 264r). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4319.tlg052.local001/.
