Ancient Greek
Volume 2
Zosimus Alchem., Ἑρμηνεία περὶ πάντων ἁπλῶς καὶ περὶ τῶν φώτων (e cod. Paris. B.N. gr. 2327, fol. 264r) 2.248
Not analysed yet
ὕδωρ ζύμης χάριν καταφθεῖραι τῷ ὁμοίῳ τὸ ὅμοιον τοῦ μέλλοντος βάπτεσθαι σώματος, εἴτε ἀργύρου, εἴτε χρυσοῦ. Ἐὰν ἄργυρον ἐθέλῃς βάπτειν, ἀργύρου πέταλα συσσήπτει· ἐὰν χρυσὸν, χρυσοῦ πέταλα· ὁ γὰρ Δημόκριτος· Ἐπίβαλλε, φησὶν, χρυσοῦ ὕδωρ κοινοῦ, καὶ βάψεις, καὶ χρυσὸν καὶ καταβάψεις· ὁ γὰρ εἷς ζωμὸς καὶ τὰ ἀμφότερα σήπει κατηγορεῖται. Ζυμοὶ τοίνυν χρὴ ἐκ τοῦ ὁμοίου τὸ ὕδωρ τοῦ θείου ἢ ἄργυρον, ἢ χρυσόν. Ὡς γὰρ ἡ ζύμη τοῦ ἄρτου, ὀλίγη οὖσα, τοσοῦτον φύραμα ζυμοῖ, οὕτω καὶ τὸ μικρὸν ἢ ἀργύρου ἢ χρυσοῦ <διὰ> τοῦ ὄξους ἐστίν.