Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg4319.tlg060.local001
Zosimus Alchem., Περὶ τοῦ θείου ὕδατος (e codd. Venet. Marc. 299, fol. 188r; Paris. B.N. gr. 2325, fol. 82r % 2327, fol. 80r; Laur. gr.86.16, fol. 83v) 001
Not analysed yet
Περὶ τοῦ θείου ὕδατος Τοῦτό ἐστι τὸ θεῖον καὶ μέγα μυστήριον, τὸ ζητούμενον· τοῦτο γάρ ἐστι τὸ πᾶν. Δύο φύσεις, μία οὐσία· ἡ γὰρ μία τὴν μίαν ἕλκει καὶ ἡ μία τὴν μίαν κρατεῖ. Τοῦτο τὸ ἀργύρειον ὕδωρ, τὸ ἀρσενόθηλυ, τὸ φεῦγον ἀεί, τὸ ἐπειγόμενον εἰς τὰ ἴδια, τὸ θεῖον ὕδωρ, ὃ πάντες ἠγνοήκασιν, οὗ ἡ φύσις δυσθεώρητος. Οὔτε γὰρ μέταλλόν ἐστιν, οὔτε ὕδωρ ἀεὶ κινητόν, οὔτε σῶμα, οὐ γὰρ κρατεῖται. Τοῦτό ἐστι τὸ πᾶν ἐν πᾶσι· καὶ γὰρ ζωὴν ἔχει καὶ πνεῦμα, καὶ ἀναιρετικόν ἐστιν. Τοῦτο ὁ νοῶν καὶ χρυσὸν καὶ ἄργυρον ἔχει. Ἡ μὲν δύναμις κέκρυπται, ἀνάκειται δὲ τῷ Ἐρωτύλῳ.