Ancient Greek
Volume 2
Zosimus Alchem., Ζώσιμος λέγει περὶ τῆς ἀσβέστου (e codd. Venet. Marc. 299, fol. 95r % Paris. B.N. gr. 2327, fol. 8v) 2.113
Not analysed yet
ΖΩΣΙΜΟΣ ΛΕΓΕΙ ΠΕΡΙ ΤΗΣ ΑΣΒΕΣΤΟΥ Δῆλα ὑμῖν ποιοῦμαι· γινώσκεται γὰρ ὅτι ὁ λίθος ὁ ἀλαβαστρίτης ἐγκέφαλος κέκληται διὰ τὸ κάτοχον αὐτὸν εἶναι πάσης βαφῆς φευκτῆς. Λαβὼν οὖν τὸν ἀλαβάστρινον λίθον, ὄπτα νυχθήμερον, καὶ ἔχε ἄσβεστον, καὶ λάβε ὄξος δριμύτατον καὶ κατάσβεσον· καὶ θαυμάσεις· θείαν γὰρ ποίησιν τὴν ἐπιφάνειαν λευκοτάτην ποιεῖ. Καὶ ἔα καταστῆναι, καὶ ἐπίβαλλε αὐτῷ ὄξους δριμυτάτου οὐκ ἐμφίμῳ ἀλλ' ἀπώμῳ, ἵνα τὴν ἐπιτρέχουσαν αἰθάλην καθ' ἑκάστην ἐπαίρῃς· ἔτι λαβὼν ὄξος δριμὺ δι' ἑπτὰ ἡμερῶν τὴν αἰθάλην ἐπαίρῃς, οὕτως ποίει ἄχρις ἂν ἡ αἰθάλη μὴ ἀναπέμπηται. Καὶ ἔασον ἡμέρας τεσσαράκοντα ἐν ἡλίῳ καὶ δρόσῳ τῇ ἐμπροθέσμῳ, γλύκανον ὕδατι ὑετίῳ. Καὶ ξηράνας ἐν ἡλίῳ ἔχε τὸ μυστήριον ἀμετάδοτον, ὃ