# Ζώσιμος λέγει περὶ τῆς ἀσβέστου (e codd. Venet. Marc. 299, fol. 95r % Paris. B.N. gr. 2327, fol. 8v) 2.114

Zosimus, Ζώσιμος λέγει περὶ τῆς ἀσβέστου (e codd. Venet. Marc. 299, fol. 95r % Paris. B.N. gr. 2327, fol. 8v), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus-alchem/e-codd-venet-marc-299-fol-95r-paris-b-n-gr-2327-fol-8v/2.114

οὐδεὶς τῶν προφητῶν ἐτόλμησεν μυσταγωγῆσαι τῷ λόγῳ, ἀλλὰ μόνον τοῖς νοήμοσιν αὐτῶν ἐμυσταγώγουν. Τοῦτο γὰρ τὸ κεφάλαιον ἐκάλεσαν ἐν ταῖς λοξαῖς γραφαῖς λίθον τὸν οὐ λίθον, τὸν ἄγνωστον καὶ πᾶσι γνωστὸν, τὸν ἄτιμον καὶ πολύτιμον, τὸν ἀδώρητον καὶ θεοδώρητον. Κἀγὼ δὲ αὐτὸν ἐγκωμιάσω τὸν ἀδώρητον καὶ θεοδώρητον, τὸν μόνον ἐν ταῖς ἡμῶν ἐργασίαις κρείττω τοῦ ὑλαίου. Τοῦτο γάρ ἐστι τὸ φάρμακον τὸ τὴν δύναμιν ἔχον, τὸ μιθριακὸν μυστήριον. Τὸ γὰρ πνεῦμα τοῦ πυρὸς ἑνοῦται τῷ λίθῳ, καὶ γίνεται πνεῦμα μονογενές. Τὰς δὲ ἐργασίας τοῦ λίθου ἑρμηνεύσω ὑμῖν. Κώμαρι συμμεμιγμένῳ μαργάρους ἀποτελεῖ· ἐπεί τοι γε αὐτὸν χρυσόλιθον ἐκάλεσαν· πάντα δὲ πνεῦμα σεύει τῇ δυνάμει τοῦ ξηρίου. Κἀγὼ κώμαριν μέλλω ἑρμηνεύειν ὑμῖν, ὃ οὐδεὶς ἐτόλμησεν μυσταγωγῆσαι· ἀλλὰ καὶ αὐτοὶ τοῖς νοήμοσι παρέδωκαν. Ἀπέχεται τὴν θηλυκὴν δύναμιν προτιμωτέραν αὐτήν. Αὕτη γὰρ καὶ μόνη ἡ λεύκωσις σεβασμία γέγονε παντὸς προφήτου. Ἑρμηνεύσω ὑμῖν καὶ τοῦ μαργάρου τὴν δύναμιν. Ἐργασίαν ἔχει τῷ ἐλαίῳ ἑψόμενον ὅ ἐστιν θηλυκὴ δύναμις. Λαβὼν μαργάρου τὸ ἀσιτικῶ ἕψῃ ἐλαίῳ οὐκ ὑποφίμῳ ἀλλ' ἀπώμῳ ἐπὶ ὥρας τρεῖς, μέσοις φωσίν· καὶ λαβὼν ῥάκος ἐρίου, ἔκθλιβε ἐν τῷ μαργάρῳ, ἵνα ἀποβάλῃ τὸ ἔλαιον, καὶ ἔχε εἰς τὰς χρείας τῶν καταβαφῶν· ἡ γὰρ τελείωσις τοῦ ὑλαίου διὰ τοῦ μαργάρου ἐστίν. Ἄρσις δὲ ἑρμηνεύεται ὁ κουφισμός· ἀνθ' ὧν αἴρεται καὶ κουφίζεται ἡ τοῦ ὕδατος ἐπίχυσις, ἐκ τῆς τοῦ σώματος συμπλοκῆς ἀνεμποδίστως τὸ μολύβδου πήσηται ὑπόμονος τούτῳ ποιῆσαι. Ἀρκες-

---

Zosimus Alchem., Ζώσιμος λέγει περὶ τῆς ἀσβέστου (e codd. Venet. Marc. 299, fol. 95r % Paris. B.N. gr. 2327, fol. 8v). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4319.tlg003.local001/.
