Ancient Greek · ~5 min
Column versio1
Zosimus Alchem., Excerptum alchemicum (sine titulo) (e cod. Venet. Marc. 299, fol. 186v % 187r, 195r) 1
Not analysed yet
Μʹ Ἐγέλασά σοι καὶ εἰς ἐξάκουστον ἐν ταῖς τάξεσι τῶν ὀργάνων τούτων· φησὶ γὰρ εἰς ἑκάστην· ἐχέτω ἡ λοπὰς μνᾶν θείου ἀπύρου. Καὶ ἐθαύμασά σε καὶ ἐν τούτῳ ὅτιπερ οὐκ ἀνασχομένη τοῦ φθόνου ἠξίωσας καὶ ταῦτα γραφῆναί σοι. Τάχα δὲ καὶ εἰς κατάγνωσιν ἧκες τοῦ Φιλοσόφου ὅτιπερ ἐτόλμησεν εἰπεῖν ὅτι ταῦτα ἑκὼν παρεσιώπησα διὰ τὸ ἀφθόνως αὐτὰ κεῖσθαι ἐν ταῖς ἄλλαις μου γραφαῖς [στέατι ἢ κηρῷ ἢ πηλῷ ἢ ὡς βούλει καὶ καύσας ἀνάσπα· ὁ δὲ τύπος οὕτως ἐν γραφαῖς]. Καὶ ἐγκύψασα εἰς ἀκάματον φθόνον, κατέγνως τοῦ Φιλοσόφου μάτην· οὐ γὰρ ἐνόησας τί εἶπεν. Οὐκ εἶπεν γὰρ ὡς καὶ ἐν τοῖς πρότερον ὑπομνήμασιν ὅτι τῶν ὑδάτων ἡ ποίησις, ἀλλὰ ἡ ἄρσις· ἕτερον γάρ ἐστι ποίησις καὶ ἕτερον ἄρσις. Τὴν ἄρσιν αὐτῶν εἶπεν ἀφθόνως γεγράφθαι. Τὴν δὲ ποίησιν αὐτῶν οὐδεὶς ἐξέθετο. Τοῦτο γὰρ ἦν τὸ ἐμφανὲς μυστήριον, τοῦτό ἐστιν τὸ σφόδρα κεκρυμμένον. Ἡ οὖν ἄρσις τοιάδε ἐστίν, ἡ διὰ τούτων τῶν ὀργάνων [καὶ τῶν ὁμοίων, τῶν ὡς ἀπὸ τοῦ νοὸς γινομένων, καὶ μάλιστα ἐάν [εἰ] τις προπαιδευθῇ τὰ Πνευματικὰ Ἀρχιμήδους, ἢ Ἥρωνος, καὶ τῶν ἄλλων καὶ τὰ Μηχανικὰ αὐτῶν] ἐν οἷς φάσκει ὁ Φιλόσοφος αἴρεσθαι τὸ ὕδωρ