Ancient Greek
Volume 2
Zosimus Alchem., Excerptum de partibus alchimiae (sine titulo) (e codd. Paris. B.N. gr. 2327, fol. 238v % Venet. Marc. 299, fol. 181r) 2.220
Not analysed yet
πάντως ἡμιστόχιον ἢ μεσόκεντρον, δι' οὗ κατὰ τάξιν προσβαίνει ἢ ἀποβαίνει, οὕτω κἀνταῦθα, μεταξὺ μελανώσεως καὶ λευκώσεώς ἐστιν ἡ ταριχεία, καὶ τῶν εἰδῶν ἡ πλύσις· μεταξὺ δὲ λευκώσεως καὶ ξανθώσεώς ἐστιν ἡ χοοποίησις· τούτων ξανθώσεώς τε καὶ ἰώσεώς ἐστιν ὁ τοῦ συνθέματος διχασμός. Τῆς δὲ ἰώσεως πέρας ἡ διὰ τοῦ ὀργάνου τοῦ μασθωτοῦ οἰκονομία, καὶ ἡ ἕνωσις τῶν μερῶν· καὶ ἀδύνατον ἄλλως, οἷον τὴν καθ' εἱρμὸν ἐπιστήμης. Εἰ γὰρ καί τινες ξάνθωσιν ἄνευ λευκώσεως ἐπετήδευσαν, ὧν ἐστιν ὁ Πηβίχιος, ἀλλ' οὐκ ἄνευ ταριχείας, ἢ πλύσεως τῶν εἰδῶν, ἅτινά ἐστι μέρη τῆς τελείας λευκώσεως. Ὅτι τὸ παρὸν βιβλίον ὀνομάζεται βίβλος μεταλλικὴ <καὶ> χυμευτικὴ περὶ χρυσοποιίας, ἀργυροποιίας, ὑδραργύρου πήξεως, ἔχων αἰθάλας, βαφὰς φούρμουσαι ἀπὸ βροτισίων, ὡσαύτως καὶ λίθων πρασίνων, καὶ λυχνιτῶν, καὶ ἑτέρων πάντων χρωμάτων, καὶ μαργάρων, καὶ δερμάτων ἐρυθροδανώσεις βασιλικῶν. Ταῦτα δὲ πάντα γίνονται ὑπὸ ὑδάτων θαλασσίων, ὠῶν, διὰ τέχνης μεταλλικῆς.