Ancient Greek · ~2 min
Volume 2
Zosimus Alchem., Περὶ λευκώσεως (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 118r) 2.211
Not analysed yet
ΠΕΡΙ ΛΕΥΚΩΣΕΩΣ Γιγνώσκειν ὑμᾶς θέλω ὅτι πάντων ἐστὶν κεφάλαιον ἡ λεύκωσις· μετὰ δὲ τὴν λεύκωσιν, εὐθὺς ξανθοῦται τὸ τέλειον μυστήριον. Ἡ λεύκωσις καῦσίς ἐστιν· ἡ δὲ καῦσις, ἀναζωπύρωσις· αὐτὰ γὰρ ἑαυτὰ καίουσι καὶ ἀναζωπυροῦσι, καὶ αὐτὰ ἑαυτὰ ὀχεύει, καὶ ἐγκυοποιεῖ καὶ ἀποτίκτει τὸ ζητούμενον ζῶον κατὰ τοὺς φιλοσόφους. Ἐὰν λευκώσῃς, εὐκόλως βάψεις· εἰ δὲ καὶ ἰώσεις ἢ κινναβαρίσεις, μακάριος ἔσῃ, ὦ Διόσκορε· τοῦτο γάρ ἐστιν τὸ λυτρούμενον πενίας, τῆς ἀνιάτου νόσου.