Ancient Greek
Volume 2
Zosimus Alchem., Περὶ ξηρίου (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 136v) 2.205
Not analysed yet
ΠΕΡΙ ΞΗΡΙΟΥ Τρεῖς δυνάμεις εἰσὶ τοῦ ἀληθεστάτου ξηρίου, καὶ τρεῖς ἐνέργειαι ἐκ τούτων προιοῦσαι τῶν δυνάμεων· βαφὴ, εἴσκρισις, κάτοχον. Καὶ τὸ μαθηματικὸν τρεῖς διαστάσεις ἔχει, μῆκος, πλάτος καὶ βάθος. Καὶ τὸ φυσικὸν σῶμα τὸ τριχῇ διάστατον καὶ ἀντίτυπον, ὃ μῆκος ἔχει, καὶ πλάτος, βάθος τε καὶ ἀντιτυπίαν· οὕτω καὶ εἴδους ἐροῦμεν βαφὴν εἴσκρισιν, κάτοχον καὶ στίλψιν. Καὶ τὸ τριχῇ διάστατον προσαγορεύομεν ἴδεον καὶ ἀνίδεον καὶ πανίδεον ὕλην τὴν ὑποδεχομένην τὰς δυνάμεις καὶ ἐνεργείας.