Ancient Greek
Volume 2
Zosimus Alchem., Περὶ αἰτιῶν (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 136v) 2.206
Not analysed yet
<ΠΕΡΙ ΑΙΤΙΩΝ> Τέσσαρα γάρ εἰσιν αἴτια κατὰ τὸν φυσικὸν Ἀριστοτέλην παντὸς γενητοῦ· ποιητικὸν, ὑλικὸν, ὀργανικὸν καὶ εἰδικὸν, οἷον ἡ θύρα ποιητικὸν αἴτιον ἔχει τὸν τέκτονα τὸν ποιήσαντα, ὑλικὸν, ξύλον, σίδηρον, κόλλαν, ὀργανικὸν σκέπαρνον, τέρετρον, καὶ τὰ λοιπὰ, εἰδικὸν, αὐτὸ τὸ ἔνυλον εἶδος θύρας, ἢ ἄλλο τι. Κατὰ δὲ Πλάτωνα· καὶ ἕτερα δύο εἰσίν, παραδειγματικὸν καὶ ἀποτελεσματικόν.