Ancient Greek · ~1 min
Volume 2
Zosimus Alchem., Καδμίας πλύσις (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 137r) 2.207
Not analysed yet
ΚΑΔΜΙΑΣ ΠΛΥΣΙΣ Λαβὼν καδμίαν τὴν ἐν τῷ χαλκῷ βλισκομένην βοτρυΐτην, κόψον· σεῖσας, λείωσον ἐπιμελῶς· εἶτα βαλὼν, τρίψον καὶ εἰς ὕδωρ βάλε· καὶ ἐν τῷ ὕδατι πάλιν τρίψον τῷ δοίδυκι· εἶτα λείωσον τῇ χειρί· καὶ ὅταν εὖ ἔχῃ, ἔασον ἀποκαταστῆναι. Καὶ ἀποσειρώσας, πάλιν βάλε ὕδωρ, καὶ τὸ αὐτὸ ποίει πολλάκις, ἕως ὕδωρ μείνῃ καὶ ἀπομφολύγωτον· καὶ ἀποσειρώσας, ξήρανον ἐν ἡλίῳ.