Ancient Greek
Volume 2
Zosimus Alchem., Περὶ ξανθώσεως (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 137v) 2.208
Not analysed yet
ΠΕΡΙ ΞΑΝΘΩΣΕΩΣ «Οὐ πᾶσιν ἔδοξεν, ὦ γῦναι, ἀπὸ τῆς λευκώσεως αὐτίκα συνάπτειν τὴν ξάνθωσιν. Ἑψόμενον γὰρ τὸ λευκὸν σύνθεμα ἐπιπολὺ ἐπὶ τὸ ξανθὸν τρέπεται». Καὶ μετ' ὀλίγον· «Ἄλλοι τι περιττόν τι τούτων ἐποίησαν. Ἐάσαντες γὰρ ἕως ψυχῇ, κατήνεγκαν καὶ ἐλείωσαν ἐν ἡλίῳ ὕδωρ θεῖον ξανθὸν, ἃς ἐδιδάχθησαν ἡμέρας, καὶ μετὰ τοῦτο ἕψησαν καὶ ὤπτησαν». Καὶ μετ' ὀλίγον· «Τὸ δὲ ἀπολελυμένον ὕδωρ θεῖον, τὸ δι' ἀσβέστου μέρη δύο, καὶ θείου μέρος ἓν, τὸ ἐν χύτρᾳ ἑψημένον καὶ ἀποσειρούμενον· καὶ πάλιν ἑψούμενον, τουτέστι τὸ ὕδωρ τὸ θεῖον, τὸ εἰς ἄμφω χρώματα βαλλόμενον.»